Ancient Greek
363.1
Gregorius Nyssenus Theol., Contra Eunomium 363.1
Unproofread scanNot analysed yet
Α πίσθημεν ὄνομα. Οὐ μὴν ἐπειδὴ κρεῖττον τῆς ἀνθρωπίνης φύσεως εἶναι τὴν σωτηρίων τοῦ Χριστοῦ δύναμιν ὁμολογοῦμεν, ἥδη τὸ δόγμα τῶν ὑπεναντίων τὸ κατὰ τῆς ἀληθείας κρατοῦνται. Τοῖς μὲν γὰρ σκοπὸς ἐστι διὰ πάντων κατασκευάζειν τὴν τῆς οὐσίας τοῦ Υἱοῦ πρὸς τὴν τοῦ Πατρὸς ἀλλοτριότητα, καὶ οὐ μόνον τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολῇ, ἀλλὰ καὶ τῇ τοῦ παθητοῦ πρὸς τὸ ἀπάθες ἀντιθέσει, καὶ κατ’ οὐσίαν ἀνόμοιον ἀποδεικνύναι σπουδάζουσι. Καὶ τοῦτο γυμνοτέρων μὲν ἐν τοῖς τελευταίοις τοῦ λόγου κατασκευάζεται.