Ancient Greek
364.2
Gregorius Nyssenus Theol., Contra Eunomium 364.2
Unproofread scanNot analysed yet
Τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐχ ἀχρηστότερον Ἰσως δοκεῖ τοῦ προκειμένου τοῦ ἐπεισοδίου. Ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου, Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε· καὶ πάλιν τοῦ ἀποστόλου Παύλου πρὸς Ἑβραίους, ὅτι Ἱερέα ἐποίησε· ἀρπάζει τὴν Ἐποίησε φωνὴν ὁ Εὐνόμιος, ὡς ἐνδεικτικὴν τῆς προαιωνίου ὑπάρξεως. Καὶ διὰ τοῦτο ποίημα εἶναι τὸν Κύριον κατασκευάζειν οἴεται δεῖν. Ἀκούσατω τοίνυν τοῦ Παύλου λέγοντος, ὅτι Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Εἰ τὸ Ἐποίησεν ἐπὶ τοῦ Κυρίου, ἐκ τε τῆς πρὸς Ἑβραίους ἐπιστολῆς, καὶ ἐκ τῆς Πέτρου φωνῆς εἰς τὸ προαιώνιον ἀναπέμπει νόημα, καλῶς ἂν ἔχοι, καὶ τὴν ἐνταῦθα φωνὴν, ἥ φησιν, ὅτι Ἁμαρτίαν αὐτὸν ὁ Θεὸς ἐποίησε, εἰς τὴν πρώτην τῆς οὐσίας ἀνάγειν ὑπόστασιν, καὶ διὰ τοῦτο πεποιήσθαι αὐτὸν καθ’ ὁμοιώτητα τῶν ἄλλων μαρτυριῶν, ἀποδεικνύειν πειράσθαι. Ἵνα τὴν Ἐποίησεν λέξιν εἰς τὴν οὐσίαν ἀνενέγκῃ, ἀκολουθῶς ἑαυτῷ ποιῶν, καὶ τὴν ἁμαρτίαν ἐν τῇ οὐσίᾳ βλέπη. Εἰ δὲ τοῦτο διὰ τὸ περιφανὲς τῆς ἀτοπίας αἰσχύνοντο, καὶ τὴν ἐπ’ ἁγάτων οἰκονομίαν διὰ τοῦ ποιεῖν, Ἁμαρτίαν ἐποίησεν, ἐνδείκνυσθαι τὸν Ἀπόστολον λέγω, πεισάτω ἑαυτὸν διὰ τῆς αὐτῆς ἀκολουθίας, κἀκεῖ τὸ Ἐποίησε πρὸς τὴν οἰκονομίαν βλέπειν.