Ancient Greek
364.1
Gregorius Nyssenus Theol., Contra Eunomium 364.1
Unproofread scanNot analysed yet
ὑψηλὸν τῇ θεότητι, καὶ φαμεν ὅτι καθὸ Θεὸς ὁ Υἱός, ἀπάθης πάντως ἐστὶ καὶ ἀκήρατος. Εἰ δέ τι πάθος ἐν τῷ Εὐαγγελίῳ περὶ αὐτοῦ λέγεται, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος τοῦτοῦτον ἐνήργησεν. Ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος σωτηρίαν, εἶναι τῆς μὲν σαρκὸς τὸ πάθος, τοῦ δὲ Θεοῦ τὴν ἐνέργειαν, κλῆν τὸν Ἀπόστολον εἰς συνηγορίαν τινὲς τοῦ ἐναντίου καθελκως· δόγματος, λέγοντα, ὅτι Τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο · καὶ, Ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἐκέμψεν, καὶ ὅσα τοιαῦτα πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ, καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ· οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα, αὐτοῦ τοῦ Παύλου γυμνοτέρου τοῦ περὶ τούτου σαφηνίσαντος ἡμῖν μυστηρίου. Πανταχῶς γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ τὴν τοῦ πάθους οἰκονομίαν προσαστραφεῖ, λέγων· Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις τεθρῶν· καὶ, Ὁ Θεὸς ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἐν τῇ σαρκὶ γὰρ φησιν, οὐχ ἐν τῇ θεότητι· καὶ, Ἐσταυρώθη ἐξ ἀσθενείας· τὴν σάρκα διὰ τῆς ἀσθενείας σημαίνων· ζῇ δὲ ἐκ δυνάμεως, τὸ θεῖον διὰ τῆς δυνάμεως ἐνδεικνύμενος· καὶ, Ἀπέθανε τῇ ἁμαρτίᾳ, τοῦτ’ ἐστὶν τῷ σώματι, ζῇ δὲ τῷ Θεῷ, τοῦτ’ ἐστὶ τῇ θεότητι. Ὥστε διὰ τούτων κατασκευάζεσθαι, ὅτι ὁ μὲν ἄνθρωπος τοῦ θανάτου ἠγέυσατο · ἡ δὲ ἀθάνατος φύσις τὸ κατὰ θάνατον οὐ πειράδεσατο πάθος· καὶ,Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε· πάλιν ἁμαρτίαν ὀνομάζων τὴν σάρκα.