Ancient Greek
370.2
Gregorius Nyssenus Theol., Contra Eunomium 370.2
Unproofread scanNot analysed yet
C Ἰδῶμεν τούτων τῶν ἐπιχειρημάτων τὴν δύναμιν· Καὶ τίς, φησίν, ὦ πάντων ὑμεῖς ῥαθυμότατοι, μορφὴν ἔχων δούλου, μορφὴν ἀναλαμβάνει δούλου; Οὐδὲς τῶν νοῦν ἔχόντων, πρὸς αὐτὸν ἐροῦμεν ἡμεῖς, τὸ τοιοῦτον ἂν εἴποι, πλὴν εἰ μὴ τινες καθὅλου τῆς ἐλπίδος τῶν Χριστιανῶν ἄλλοτριωται. Οὗτοι δὲ ἐστε ὑμεῖς οἱ ἐγκαλοῦντες ῥαθυμίαν ἡμῖν, ὅτι μὴ κτιστὸν τὸν κτίστην καταδεχόμεθα. Εἰ γὰρ μὴ ψεύδεται ῥα τοῦ προφήτου λέγων τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι Τὰ σύμπαντα δούλα σά, καὶ πᾶσα ἡ κτίσις δουλεύει, κτιστὸς δὲ καθ’ ὑμᾶς ὁ Υἱός, ὁμόδουλός ἐστι πάντως τοῖς σύμπασι, τῷ κοινωνεῖν τῆς κτίσεως, εἰς τὸ κοινωνεῖν καὶ τῆς δουλείας συγκαθελχόμενος. Τῷ δὲ δουλεύοντι πάντως ὑμεῖς καὶ τὴν δουλικὴν μορφὴν περιθήσετε. Οὐ γὰρ δεῖ δούλον ὁμολογούντας τῇ φύσει τῷ προσώπῳ τῆς δουλείας ἐπαισχυνηθῆσθαι. Τίς οὖν, ὦ δριμύτατοι ῥήτορων, ὁ ἐκ τῆς δουλικῆς μορφῆς τὸν Υἱὸν εἰς ἄλλην δούλου μεταθεὶς ἄν μορφήν, ὁ τὸ ἀκτίστον αὐτῷ προσαρτιζών, ἤ καὶ τὸ μὴ δουλεύειν συναποδεικνύται; Ἡ μᾶλλον οἱ διαρρήδην βούντες ὑμεῖς δούλον εἶναι τοῦ Πατρὸς τὸν Υἱόν, καὶ πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ ὑπ’ αὐτοῦ κυριεύεσθαι; Οὐ δέομαι διαστατῶν ἑτέρων, σοὶ τὴν περὶ τούτων ἐπιτρέπω ψῆφον. Οὐμὶ γὰρ μὴ ἂν οὕτως πρὸς τὴν ἀλήθειαν ἀναίδειά τινα ἔχειν, ὥστε τοῖς ὁμολογουμένοις δι’ ἀνασυχνίας ἐνίστασθαι. Πρόδηλον γὰρ παντὶ τὸ λεγόμενον, ὅτι τὸ δούλον τῇ φύσει, τοῖς ἰδίοις τῆς δουλείας χαρακτῆριζεται, ἴδιον γὰρ δουλείας ἡ κτίσις. Ὁ οὖν δούλον αὐτὸν ὄντα τὴν ἡμέτεραν λέγων ὑπελήλυθεν μορφὴν,