Ancient Greek
371.1 to 371.36
Gregorius Nyssenus Theol., Contra Eunomium 371.1-36
Unproofread scanNot analysed yet
Α ἐκεῖνός ἐστι πάντως ὁ ἐκ δουλείας εἰς δουλείαν τὸν Μονογενῆ μετοικίζων. Ἄλλ᾽ ἐπαγωγίζεται τοῖς εἰρημένοις, καὶ φησὶ μικρὸν ὑποδὶ :Τὰ γὰρ ἐν τῷ μέσῳ, διὰ τὸ μετριῶς ἐν τοῖς προάγουσι ἐξετασθῆναι, νῦν ὑπαρθόμσαι :ὡς τολμηροὺς εἰς τὸ λέγειν καὶ φρονεῖν ἀμήχανα διαβόλων, ἐλεεινῶτατος τε προσαγορεύσας, ταῦτα προστίθησιν :Εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου, καὶ Θεοῦ ὄντος, ὁ μακάριος διαλέγεται Πέτρος· ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθὼς φησιν ὁ Βασίλειος, ἐκένωσεν ἑαυτὸν δὲ ὁ βλεπόμενος ἄνθρωπος [ἑαυτὸν] εἰς δοῦλον μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δοῦλον μορφήν, εἰς ἄνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν. Τάχα μὲν οὖν εὐθὺς ἐκ τῶν ἀνεγνωσμένων B προσφώραται τῇ κρίσει τῶν ἀκούοντων, τῆς τοῦ λόγου κατασκευῆς ἡ τε κακοῦργία καὶ τὸ ἀνόητον, πλὴν δι᾽ ὀλίγων καὶ παρ᾽ ἡμῶν οἱ τῶν εἰρημένων ἔλεγχοι προστεθήσεται· οὐχ εἰς ἀνατροπὴν τοσούτου τοῦ ἀπαιδεύτου σοφίσματος, ὁ δι᾽ ἑαυτοῦ παρὰ τοῖς ἔχουσι ἀκοὴν ἀνατρέπεται· ἀλλ᾽ ὡς ἂν μὴ δοκοίημεν ἐν προσχήματι τοῦ καταφρονεῖν τῆς εὐτελείας τοῦ λόγου περιρᾶν τὸ προτεθεὶς ἀνεξέτατον. Οὕτω οὖν τὸν λόγον ἐπισκεψώμεθα· Τίς ἐστιν ἡ τοῦ ἀποστόλου φωνή ; Γνωστὸν ἔστω, φησίν, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός. Εἶτα ὡς ἂν πυθόμενος τις περὶ τίνος γέγονεν ἡ τοιαύτη χάρις, οὗνεὶ δακτύλῳ τὸ ὑποκείμενον δείκνυσι· Τοῦτον, εἰπὼν, Ἰησοῦν ὑμῖς ἐσταυρώσατε. Τί περὶ τοῦτο φησὶν ὁ Βασίλειος ; Ὅτι ἡ δεικτικὴ τοῦ λόγου φωνή, τοῦτον πεποιῆσθαι Χριστὸν λέγει· καὶ Κύριον, τὸν παρ᾽ αὐτῶν τῶν ἀκούοντων ἐσταυρωμένον. Ὑμεῖς γὰρ ἐσταυρώσατε, φησίν· καὶ εἰκὸς ἦν τοὺς αἰτησαμένους τὸν κατ᾽ αὐτοῦ φόνον, ἀκροατὰς εἶναι τοῦ λόγου. Οὐδὲ γὰρ πολὺς ἦν ὁ ἀπὸ τοῦ σταυροῦ πρὸς τὴν δημηγορίαν τοῦ Πέτρου χρόνος. Τί οὖν πρὸς ταῦτα προφέρει ὁ Εὐνόμιος ; Εἰ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου, καὶ Θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος,