Ancient Greek
373.1
Gregorius Nyssenus Theol., Contra Eunomium 373.1
Unproofread scanNot analysed yet
προφήτης μαρτυρεται; Οὐχ ὁρᾷς οἷαν ἐπάγεις τῷ λόγῳ τὴν σύγχυσιν, τὰ ἄνω κάτω κατὰ τὴν παροιμίαν κυκῶν; Πεντηκοστὴ μετὰ τὸ πάθος ἡμέρα ἦν, ὅτε ταῦτα τοῖς Ἰουδαίοις ἐδημηγόρει ὁ Πέτρος· λέγων, ὅτι Τοῦτον ὃν ὑμεῖς ἐσταυρώσατε Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησεν. Ἀλλὰ ὃν ὑμεῖς, φησίν, ἐσταυρώσατε, τοῦτον ἐποίησεν ὁ Θεὸς, Χριστὸν καὶ Κύριον· ὡς δῆλον ἐκ τούτων εἶναι, ὅτι οὐ τὸ πρὸ τῶν αἰώνων, ἀλλὰ τὸ μετὰ τὴν οἰκονομίαν ὁ Πέτρος λέγει.