Ancient Greek
372.2
Gregorius Nyssenus Theol., Contra Eunomium 372.2
Unproofread scanNot analysed yet
Ὦ πῶς μέμνηται τῆς προκειμένης σπουδῆς! πῶς κατὰ σκοπὸν συμπεραίνει τὸν λόγον! Χριστὸν πεποιθῆσθαι καὶ κατὰ τὸν βλεπόμενον ἄνθρωπον, φησίν, εἰρηκέναι τὸν ἀπόστολον ὁ Βασιλεῖος· ὁ δὲ δεῖνός οὗτος καὶ ἀγχίνους τῶν εἰρημένων ἀναστρεφείς· Εἰ μὴ τὴν οὐσίαν, φησί, τοῦ ἐν ἀρχῇ ὄντος πεποιθῆσθαι λέγει ὁ Πέτρος, ἐκένωσεν ἑαυτὸν βλεπόμενος ἄνθρωπος εἰς δούλου μορφήν. Ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφήν, εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν. Ἱστηmetha τῆς ἀμάχου ταύτης σοφίας, Εὐνόμιε. Ἀπελήλυχθαι κατὰ κράτος τὸ μὴ πρὸς τὴν ἐξ ἀσθενείας σταυρωθέντα βλέπειν τοῦ ἀποστόλου τὸν λόγον, δι’ ὧν ἐμάθωμεν. Ὅτι ἂν τοῦτο ζῶντος ἔχειν πιστεύσωμεν, πάλιν ὁ βλεπόμενος ἄνθρωπος· ἕτερος γίνεται, εἰς ἄλλην ἀνθρώπου κενούμενος γένεσιν. Οὐ παύση ποτὲ παίζων κατὰ τῶν ἀτολήτων; Οὐχ ἐρυθραίας ἐνούσης γελοίου σοφίας οὐ τῶν θείων μυστηρίων ἐκλύων φόβον; Οὐχ ἐπιστραφήσῃ νῦν γοῦν, εἰ καὶ μὴ πρότερον πρὸς τὸ γνῶναι ὅτι ὁ Μονογενὴς Θεός, ὁ ὤν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, Λόγος ὤν καὶ βασιλεὺς καὶ Κύριος, καὶ πᾶν ὑψηλὸν ὄνομα τε καὶ νόημα, οὐδὲν τῶν ἀγαθῶν γενέσθαι προσδέεται, αὐτὸς ὤν τῶν ἀγαθῶν πάντων τὸ πλήρωμα. Ὁ δὲ εἰς τὴ μεταβαλλόμενος, ἐκεῖνο γίνεται ὃ μὴ πρότερον ἦν· Ὡσπερ σὺν ὁ μὴ γνοὺς ἁμαρτίαν, ἁμαρτία γίνεται, ἵνα ἀρῇ τὴν ἁμαρτίαν τοῦ κόσμου, οὕτως πάλιν ἡ δεξαμένη τὸν Κύριον σάρξ, Χριστὸς καὶ Κύριος γίνεται, ἥ μὴ ἦν τῇ φύσει· εἰς τοῦτο μεταποιουμένη διὰ τῆς ἀναχράσεως. Δι’ ὧν μαθάνομεν, ὅτι οὐτ’ ἂν ἐν σαρκὶ ὁ Θεὸς ἐφανερώθη, εἰ μὴ ὁ Λόγος σὰρξ ἐγένετο· οὐτ’ ἂν μετεποιήθη πρὸς τὸ Θεὸν τὴν περὶ αὐτὸν τοῦ ἀνθρώπου σάρξ, εἰ μὴ τὸ φαινόμενον ἐγένετο Χριστὸς τε καὶ Κύριος. Ἀλλὰ διαπτύσων τὴν ἰδίαν (α) τοῦ ἡμετέρου χρηγμάτος, οἱ τῇ οὐσίᾳ τοῦ Θεοῦ διὰ τῶν συλλογισμῶν ἐμβατεύοντες, καὶ βούλονται τὸν πάντα τὰ ὄντα διαπεράγοντα εἰς γένεσιν, αὐτὸν ἀποδείξαι μέρος ὄντα τῆς κτίσεως, καὶ σύμμαχον τῆς τοιαύτης σπουδῆς, τὴν φωνὴν τοῦ Πέτρου πρὸς κατασκευὴν τῆς βλασφημίας ἐφελκόντες, τοῦ πρὸς τοὺς Ἰουδαίους φήσαντος, ὅτι Γνωστὸν ἔστω πᾶσιν τῷ οἴκῳ Ἰσραήλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε· ταύτην τοῦ κτίστην εἶναι τοῦ Μονογενοῦς Θεοῦ τὴν οὐσίαν, προβάλλονται τὴν ἀποδείξιν. Τί σὺν, εἴπέ μοι, μὴ πρᾶαιωνος οἱ Ἰουδαῖοι πρὸς οὓς ὁ λόγος ἐγένετο; μὴ προκόσμιος ὁ σταυρός; Μὴ πρὸ πάσης κτίσεως ὁ Πιλᾶτος; Μὴ πρῶτον Ἰησοῦς, καὶ μετὰ ταῦτα Λόγος; μὴ πρεσβυτέρα ἡ σὰρξ τῆς θεότητος; Μὴ πρὸ τοῦ κόσμου ὁ Γαβριὴλ τῇ Μαρίᾳ εὐαγγελίζεται; Οὐχ ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος, ἐπὶ Καίσαρος Αὐγούστου τὴν ἀρχὴν λαμβάνει διὰ γεννήσεως, ὁ δὲ ἐν ἀρχῇ ὤν Λόγος Θεός, βασιλεὺς ἡμῶν προαιώνιος, καθὼς ὁ