Ancient Greek
374.1
Gregorius Nyssenus Theol., Contra Eunomium 374.1
Unproofread scanNot analysed yet
σεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἔσταυρώσατε. Οὐκοῦν πάντων κατ' αὐτὸν συνδρομούντων, τῆς δεικτικῆς φωνῆς τοῦ ἀνθρωπίνως ὀνομαμένου, τῆς τῶν μαιωρησάντων κατηγορίας, τοῦ κατὰ τὸν σταυρὸν πάθους, ἐξ ἀνάγκης ἡ διάνοια πρὸς τὸ φαινόμενον βλέπει. 'Ο δὲ φησι ταῦτα μὲν λέγειν Πέτρον· ἐνδεικνυσθαι δὲ διὰ τῆς ἐποίησεως λέξεως τὴν προαινίαν τοῦτον. Ἄλλὰ τίς οὖν μέν ἡ γραφίδιος ἀκίνδυνον συγχωρεῖν παίζειν πρὸς ἐὰ μειράκια, καὶ πρὸς τὰ δοκοῦντα μεταγίνει τὰς τῶν ἐντυνίων ἐμφάσεις· τῆς δὲ θεοπνεύστου φωνῆς προκειμένης ἡμῖν εἰς ἐξήτησιν, χωλῶν· ἑ μέγας Ἀπόστολος τὰς γραφίδεις κενοφωνίας προστίθεσθαι. Σταυρὸν γὰρ ἀκούσας, τὸν σταυρὸν νοῶ, καὶ ἀνθρώπινον ὄνομα διδαχθείς, ὁρῶ τὴν δηλουμένην ὑπὸ τοῦ ὀνόματος φύσιν. Τοῦτον οὖν μαθὼν πεποιθήσθαι παρὰ τοῦ Πέτρου Κύριον καὶ Χριστὸν, τὸν ἐν ὀφθαλμοῖς ἡμῶν γεγενημένον, λέγειν οὐκ ἀμφιβάλλω. Ἐπειδὴ καὶ συμφωνοῦσι πρὸς ἀλλήλους οἱ ἅγιοι, τοῖς τε ἄλλοις πᾶσι, καὶ περὶ τοῦτο τὸ μέρος. Ὡς γὰρ αὐτὸς τὸν ἐσταυρωμένον Κύριον πεποιθήσθαι λέγει, οὕτω καὶ Παῦλος φησιν αὐτὸν ὑπερυψώσθαι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, οὐ καθὼς Θεὸς ἐστὶ κατ' ἐκεῖνο ὑψούμενον· (τί γὰρ ὑπέρκειται τοῦ θείου ὕψους ἀνύψωτον, ὥστε πρὸς ἐκεῖνο λέγειν τὸν Θεὸν ὑψούσθαι;) ἀλλὰ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης φύσεως ὑψούσθαι λέγει, δεικνύς, ὅτι, τοῦ λόγου τὴν τοῦ ἀναληφθέντος ἀνθρώπου πρὸς τὸ ὕψος τῆς θείας φύσεως ἐξομοιώσιν τε καὶ ἕνωσιν. Τοῦτο τοίνυν σημαίνειν καὶ μέγαν πεπιστευκάμεν Πέτρον, ἐν τῷ λέγειν τὸν Κύριον ἐπὶ τοῦ σταυροῦ γεγενηθῆναι, διὰ τῆς κατὰ πάντα πρὸς τὸ Θεῖον ἕνωσεως, ἐκεῖνο γενομένου ὅ τὸ Θεῖόν ἐστιν. Εἰ δὲ τις καὶ συγχωρήσει ἐν αὐτῷ παρεξηγήσεσθαι τὴν θείαν φωνήν, οὐδὲ οὕτως πρὸς τὸν σκοπὸν τῆς αἱ-ρέσεως ὁ λόγος συμπερανοθήσεται. Δεδοὸς γὰρ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λέγειν τὸν Πέτρον, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Εὑρίσκομεν γὰρ οὔτε διὰ -τοῦτο τὴν βλασφημίαν ἰσχὺν τινὰ κατὰ τῆς ἀληθείας λαμβάνουσαν· Κύριον, φησίν, αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός. Εἰς τί τοίνυν τῶν εἰρημένων ἐπαναφέρειν χρὴ τὸ ἐποίησεν; τίνι τῶν ἐν τῇ φράσει κειμένων τὴν φωνὴν ἐφαρμόσομεν; Τρία γὰρ ἐστίν τὰ προκείμενα· οὕτως, καὶ Κύριος καὶ Χριστός· τίνι τούτων τὴν ἐποίησεν συσχεῖναι φωνήν; 'Αλλ' οὐδεὶς οὕτως κατὰ τῆς ἀληθείας θρασύς, ὡς εἰπεῖν ὅτι μὴ πρὸς τὸν Χριστὸν τε καὶ Κύριον τὸ ἐποίησεν βλέπει. Ὦντα γὰρ αὐτὸν ὅ τὶ ποτε ἦν, Χριστὸν καὶ Κύριον γεγενηθῆναι παρὰ τοῦ Πατρὸς ὁ Πέτρος φησίν. Οὐχ ἡμῶς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ μαχουμένου τοῦ λόγου.