Ancient Greek
374.2
Gregorius Nyssenus Theol., Contra Eunomium 374.2
Unproofread scanNot analysed yet
Φησὶ γὰρ ἐν αὐτοῖς τοῖς προκειμένοις τούτοις ἡμῖν εἰς ἐξέτασιν, οὕτω τοῖς ῥήμασι λέγων· Περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ Θεοῦ ὄντος, ὁ μακάριος διαλέγεται Πέτρος, καὶ τοῦτον ἐκδιδάσκει γεγενηθῆναι Κύριον καὶ Χριστόν. Οὐκοῦν τὸν ὄντα ὅ τὶ ποτε καὶ ἦν. Χριστὸν γεγενηθῆναι καὶ Κύριον ὁ Εὐνόμιος λέγει, οἷα δὴ καὶ περὶ τοῦ Δαβὶδ ἱστορία φησίν, ὅτι Υἱὸς ὢν τοῦ Ἰεσσαί, καὶ τῶν ποιμνίων ἐπιστάτων, εἰς βασιλέα