Ancient Greek
376.1
Gregorius Nyssenus Theol., Contra Eunomium 376.1
Unproofread scanNot analysed yet
καὶ ἐξ ὑποχειρίου βασιλέα, καὶ Χριστὸν ἐξ ὑπηκόου ἐποίησε· καὶ τὸ ταπεινὸν ὑπερύψωσε, καὶ τῷ τὸ ἀνθρώπινον ἔχοντι ὄνομα, ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ οὕτως γέγονεν ἡ ἀρρήτος ἐκεῖνη μίξις καὶ σύνοδος τῆς ἀνθρωπίνης βραχύτητος πρὸς τὸ θείον μέγεθος ἀναχραθείσης. Διὸ καὶ τὰ μεγάλα καὶ θεοπρεπεῖ τῶν ὀνομάτων, τῷ ἀνθρώπινῳ κυρίως ἐσφημοστάται, καὶ τὸ ἐμπαλιν διὰ τῶν ἀνθρωπίων ἡ θεότης κατονομάζεται. Ὁ γὰρ αὐτὸς καὶ τὸ ὑπὲρ πᾶν ὄνομα ἔχει, καὶ ἐν τῷ ἀνθρωπίνῳ τῷ κατὰ Ἰησοῦν ὀνόματι παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως. Ἐν γὰρ τῷ ὀνόματι, φησίν, Ἰησοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός. Ἄλλα ταῦτα μὲν εἰς τοσοῦτον.