Ancient Greek
376.2
Gregorius Nyssenus Theol., Contra Eunomium 376.2
Unproofread scanNot analysed yet
ΚΑΤΑ ΕΥΝΟΜΙΟΥ ΛΟΓΟΣ Ζ. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΒΔΟΜΟΥ ΛΟΓΟΥ. α. Καὶ ὁ ζ δὲ λόγος τῆς Κυρίου λέγει οὐκ οὐσίας ὄνομα, κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας, ἐκ τε τῶν πρὸς Κορινθίους διαλόγων ῥητῶν καὶ τῶν πρὸς Ἑβραίους, τῆς τε τοῦ Κυρίου ζωρῆς ἀποδείκνυσιν. Πολλὰ τε περὶ Πνεύματος καὶ Κυρίου θαυμαστῶς φιλοσοφήσας, τὸν Εὐνόμιον ἀπὸ τῶν ἰδίων ἐλέγχει ῥημάτων τοῖς ὀρθοῖς συνηγορούντων, καὶ μὴ βουλόμενον, δόγμασι, καὶ τοῖς ἰδίοις βαλλόμενον βέλεσιν.