Ancient Greek
378.1
Gregorius Nyssenus Theol., Contra Eunomium 378.1
Unproofread scanNot analysed yet
συλλογιστικῶς τὸ κατὰ τῆς οὐσίας συγκεῖσθαι τὴν Κύριον λέξιν. Εἰ γὰρ τὸ πνεῦμα οὐσία ἐστιν, ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστιν, ὁ Κύριος οὐσία πάντως εὑρίσκεται. Ὥς πῶς ἀναγκαῖόν ἐστιν ἡ τοῦ ἐπιχειρήματος δύναμις! Πῶς ἐστιν ἐκδῦναι καὶ ἀναλῦσαι τὴν ἀμήχανον ταύτην τῶν ἀποδείξεων ἀνάγκην; ὁ Κύριος κατὰ τῆς οὐσίας λέγεται, πῶς τοῦτο κατασκευάζων; Ὅτι φησιν ὁ Ἀπόστολος, Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι. Τί οὖν τοῦτο πρὸς τὴν οὐσίαν; Ἄλλὰ τὸ πνεῦμα κελεύουσιν ἀντὶ τῆς οὐσίας τετάχθαι τῶν ἀποδεικτικῶν ἐφόδων αἱ τέχναι. Ταῦτα τῆς Ἀριστοτελικῆς τεχνολογίας τὰ κατορθώματα. Διὰ τοῦτο ἐλεεῖνοι μὲν ἡμεῖς κατὰ τὸν σὸν λόγον, οἱ τῆς σοφίας ταύτης ἀμήτεις (μαχαριστὸς δὲ οὐ πάντως ὁ διά τῆς τοιαύτης ἐφόδου τάλανθὸς ἀνιχνεύων), οὕτω νοεῖν τὸν Ἀπόστολον, ὡς ἀντὶ τῆς οὐσίας τοῦ Μονογενοῦς οἴεσθαι τὸ πνεῦμα παρ’ αὐτοῦ τετάχθαι.