Ancient Greek
378.2
Gregorius Nyssenus Theol., Contra Eunomium 378.2
Unproofread scanNot analysed yet
Πῶς οὖν ἀρμόσει κατὰ τὸ ἀκόλουθον; Οὐ γὰρ τούτοις τὸ νόημα περιγράφεται. Εἰπὼν γὰρ ὁ Παῦλος, Ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστιν, ἐπήγαγε, Οὐ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία. Εἰ οὖν Κύριός ἐστιν ἡ οὐσία, οὐσία δὲ τὸ πνεῦμα· τίς κατά τῆς οὐσίας οὐσία; Μία γὰρ οὐσία τὸ πνεῦμα κατὰ τὸν λόγον τὸν σὸν, ὅπερ ἐστὶν ὁ Κύριος. Ἰδίαν τοῦ Κυρίου, ὅς ἐστι πνεῦμα, ἕτερον λέγει πνεῦμα, τοῦτ’ ἐστὶν ἄλλην οὐσίαν, κατὰ τὴν σὴν ἐρμηνείαν. Οὐδὲν οὖν ἄλλο κατὰ τὸν ὑμέτερον λόγον, ἢ οὐσίαν οὐσίας νοεῖ ὁ Ἀπόστολος, Κύριον πνεῦμα, καὶ πνεῦμα Κυρίου διαφθόρην γράφων. Ἄλλ’ Εὐνομίῳ μὲν ἐχέτω τὰ γεγραμμένα κατὰ τὸ ἀρέσκον αὐτῷ· ἡ δὲ ἡμεῖς περὶ τούτου γινώσκομεν, τοιοῦτόν ἐστιν· Ἡ θεόπνευστος Γραφή, καθὼς ὁ θεῖος Ἀπόστολος αὐτὴν ὀνομάζει, τοῦ ἀγίου Πνεύματός ἐστι Γραφή. Τὸ δὲ βούλημα ταύτης, ἢ τῶν ἀνθρώπων ἐστιν ὠφέλεια. Πᾶσα γὰρ, φησίν, Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Ποικίλη δὲ καὶ πολυειδὴς ἡ ὠφέλεια, καθὼς φησιν ὁ Ἀπόστολος, πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ. Τὸ δὲ τοιούτου κέρδος, οὐκ ἐκ τοῦ προχειροῦ λαβεῖν ἐστὶ τοῖς ἐντυχάνουσιν· ἀλλ’ οἷον παραπετάσματί τινι τῷ σώματι τῆς Γραφῆς τὸ θεῖον ὑποκρύπτεται. . . νομοθεσία; τινὸς ἢ ἱστορίας τῶν κατὰ τὸν νοῦν θεωρουμένων προβεβλημένος. Διὰ τοῦτο τοὺς πρὸς τὸ σῶμα βλέποντας τῆς Γραφῆς, ὁ Ἀπόστολος κάλυμμα ἐπὶ τῆς καρδίας ἔχειν φησίν, καὶ μὴ δύνασθαι πρὸς τὴν δόξαν διαλέλει· τοῦ πνευματικοῦ νόμου, καλυπτομένους διὰ τοῦ ἐπιβεβλημένου τῷ προσώπῳ τοῦ νομοθέτου καλύμματος. Διὸ φησίν· Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· δεικνὺς ὅτι πολλάκις τῶν γεγραμμένων ἡ πρόχειρος ἐρμηνεία, εἰ μὴ κατὰ τὴν προσήκοντα νοῦν ἐκληφθείη, τῇ διὰ τοῦ πνεύματος ὑποδεικνυμένῃ ζωῇ τὸ ἄναντῖον ποιεῖ. Τοῦ μὲν, τὸ τέλειον τῆς ἀρετῆς ἐν ἀπαθείᾳ πᾶσι τοῖς ἀνθρώποις νομοθετοῦντος· τῆς δὲ, τῶν γεγραμμένων ἱστορίας, ἐστιν ὅπου καὶ ἀπεμ-