Ancient Greek
386.1
Gregorius Nyssenus Theol., Contra Eunomium 386.1
Unproofread scanNot analysed yet
μασί τινα παραλλαγήν καθορᾶσθαι. Εἰ δὲ ἐν τῷ γεν-νητῷ καὶ ἀγεννητῷ τὸ διάφορον τῆς οὐσίας τίθεται, ὡς τῷ πυρὶ καὶ τῷ ὕδατι · καὶ οὕτως ἔσται τὰ ὁνό-ματα καθ' ὁμοιότητα τῶν ἐν τοῖς ὑποδείγμασιν εἰρη-μένων διακείσθαι, ὡς τῷ πυρὶ καὶ τῷ ὕδατι πρὸς ἄλληλα, πάλιν ἐνταῦθα τὸ φρικτὸν τῆς βλασφημίας καὶ σμυνόντων ἡμῶν φανερωθήσεται. Τὸ πῦρ γὰρ καὶ ὕδωρ, φθαρτικὴν κατ' ἄλληλων τὴν φύσιν ἔχει, καὶ ἴσως ἐκάτερον ἐν τῷ ἑτέρῳ γενόμενον, τῇ ἐπικρατήσει τοῦ πλεονάζοντος φθείρεται. Εἰ οὖν οὕτω διεστάναι τοῦ ἀγεννητοῦ τὴν φύσιν πρὸς τὴν τοῦ Μο-νογενοῦς δογματίζει, πάντως καὶ τὴν φθαρτικὴν ταύ-την ἐναντιότητα τῇ παραλλαγῇ τῶν οὐσιῶν ἐνυπάρ-χειν κατὰ τὸ ἀκύλουθον δῖξαιν· ὡς ἀκύματον αὐτῶν διὰ τοῦτο καὶ ἀκοινώνητον εἶναι τὴν φύσιν, καὶ ἐν-δαπανᾶσθαι τῷ ἑτέρῳ τὸ ἕτερον, εἰ ἐν ἀλλήλοις ἀμόρ-τερα ἢ μετ' ἀλλήλων γένοιτο.