Ancient Greek
386.2
Gregorius Nyssenus Theol., Contra Eunomium 386.2
Unproofread scanNot analysed yet
Πῶς οὖν ἐν τῷ Πατρὶ ὁ Υἱός, καὶ οὐ φθείρεται, καὶ πῶς ἐν τῷ Υἱῷ ὁ Πατὴρ ὤν, εἰς τὸ διηνεκὲς ἀντέχει μὴ δαπανώμενος, εἴπερ ἡ τοῦ πυρὸς πρὸς τὸ ὕδωρ ἰδιότης καὶ ἐν τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστάσει σχέσει, καθὼς φησιν ὁ Εὐνόμιος; 'Αλλ' οὐτε γῆς πρὸς ἄέρα κοινωνίαν ὁ λόγος βλέπει: ἢ μὲν γὰρ, σταθερὰ καὶ ἐμβριθὴς καὶ ἀντίτυπος καὶ κατωφε-ρὴς καὶ βαρεῖα, τῇ δὲ ἀέρι ἐκ τῶν ἐναντίων ἡ φύσις. Ὁμοίως δὲ λευκὸν τὸ μέλαν ἐν τῇ ἐναντιότητι τῶν χρωμάτων εὑρίσκεται. Καὶ τῷ τριγώνῳ τὸ περιφερὲς μὴ ταὐτὸν εἶναι συντίθεται· ἐκεῖνο γὰρ ἐστὶν ἐκάτερον ἐν τῷ λόγῳ τοῦ σχήματος, ὅπερ οὐκ ἔστι τὸ ἕτερον. 'Επὶ δὲ θεοῦ τοῦ Πατρὸς, καὶ Θεοῦ τοῦ Μονογενοῦς Υἱοῦ. κατὰ τί βλέπει τὴν ἐναντίωσιν, οὐχ εὑρίσκω. 'Αγαθότης μία, σοφία, δικαιοσύνη, φρόνησις, δύναμις, ἀφθαρσία, τὰ ἄλλα πάντα ὅσα τῆς ὑψηλῆς ἐστὶ σημα-σίας, ἐφ' ἐκάτερου ὡσαύτως λέγεται, καὶ τρόπον τινὰ ἐν τῷ ἑτέρῳ τὸ ἕτερον τὴν ἰσχὺν ἔχει. "Ὁ τε γὰρ Πα-τὴρ διὰ τοῦ Υἱοῦ τὰ πάντα ποιεῖ, ὁ τε Μονογενὴς δύ-ναμις ὤν τοῦ Πατρός, ἐν ἑαυτῷ τὸ πᾶν κατεργάζεται. Τίνα τοίνυν χρείαν πληροῖ πῦρ τε καὶ ὕδωρ εἰς ἀπό-δειξιν τῆς ἐπὶ Υἱοῦ τε καὶ Πατρὸς κατὰ τὴν οὐσίαν ἀλλοιότητος, καὶ τις ὁ ἰσχυρὸς ἐκείνος καὶ ἀπόρ-ρητος λόγος, ὁ διὰ τούτων ἀποδεικνύμενος; 'Αλλὰ τολ-μηροὺς ἡμᾶς ὀνομάζει τὴν τε τῆς φύσεως ἐνότητα (a), καὶ τὴν τῶν ὑποστάσεων διαφορὰν παραστήσοντας, καὶ δεινὰ φησι παρ' ἡμῶν τολμᾶσθαι, εἰ τοῖς ὀλιγοῖς ὑποδείγμασι τῇ τῶν νοητῶν θεωρίᾳ τὸν λόγον προάγο-μεν. Καλῶς ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων· καλῶς ἐπικαλεῖ τὴν τόλμαν ἡμῖν τοῖς τὸν Θεὸν διὰ τῶν ὀλίκων ἐρμηνεύουσι. Τί οὖν περὶ τῶν στοιχείων ἔρεις, ὁ σταθερὸς τε καὶ περισκελισμένος; "Ὅλον τὴν γῆν, νοητὸν τὸ πῦρ, ἀσώματον τὸ ὕδωρ, ἐξω τῆς αἰ-σθήσεως ἀντιλήψεως τὸν ἄέρα. Οὕτω συντάκται σοι πρὸς τὸν σκοπὸν ἡ διάνοια, οὕτω πανταχόθεν ὀξυ-ωπεῖς, ἄληπτον τοῖς ἀντιτεταγμένοις διεξάγων τὸν λόγον, ὡς μὴ βλέπειν ἐν ἑαυτῷ τὰ κατὰ τῶν κατηγο-ρουμένων ἐγκλήματα; "Ἡ σὺ μὲν διὰ τῆς ὕλης τὸ