Ancient Greek
397.1
Gregorius Nyssenus Theol., Contra Eunomium 397.1
Unproofread scanNot analysed yet
A μονογενοῦς Θεοῦ τὸ μὴ εἶναι τοῦ εἶναι κατασκευαζόντων πρεσβύτερον. Δοκεῖ δὲ μοι καλῶς ἔχειν αὐτὸ τῆς γεννήσεως τὸ σημαίνον, δι’ ἐπιμελεστέρας ἐξετάσεως διασχοπῆσαι τῷ λόγῳ. Ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναι τινος τὸ ὄνομα τοῦτο παρίσταται, παντὶ δῆλον ἐστι, καὶ οὐδὲν ὀφείλει χρήναι περὶ τούτου διαγωνίζεσθαι. Ἀλλ’ ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστῶτων ἐστὶν ὁ λόγος, τοῦτ’ οἶμαι προσῆκει διὰ τινος τεχνικῆς διαιρέσεως σαφηνισθῆναι τῷ λόγῳ. Τῶν τοίνυν ἐκ τινος γινομένων ταύτας τὰς διαφορὰς κατειλήφαμεν. Τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαί, διὰ τὰς καταλλήλους ὕλης γινόμεναι· καθῆγεται τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τῶν γινομένων τὸ προτεθὲν συμπεραίνουσα· τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ, διὰ τῆς ἐν τοῖς σώμασιν ὕλικῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα· τὰ δὲ ἐξ ὕλης· ἀπρόθετος, ἐφ’ ᾧ καὶ τὸ προηγούμενον μένει· οὕτω ἐστὶ, καὶ τὸ ἀπ’ ἐκείνου μένον ἐφ’ ἑαυτῷ νοεῖται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος, ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς, ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ μύρων, καὶ τῆς ἐκείθεν ἐνδο-δομένης ποιότητος· ταῦτα γὰρ ἐφ’ ἑαυτῶν ἀμεῖοντα, εὐθὺς ἔχει συμπαρομαρτοῦσαν ἐκάστῳ τὴν ἀπ’ αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα· οὕτω δὲ μὲν ἥλιος τὴν ἀκτῖνα, ἢ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ ἀερῷ ἐξ αὐτῶν ἐντιζομένην εὐωδίαν.