Ancient Greek
397.3
Gregorius Nyssenus Theol., Contra Eunomium 397.3
Unproofread scanNot analysed yet
C Ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννήσεως, οὗ ἡ μὲν αἰτία ἀλλὰς ἐστὶ καὶ ἀσώματος, ἡ δὲ γέννησις αἰσθητὴ τε καὶ διὰ σώματος· λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννωμένον λόγον· ἀσώματος γὰρ ὢν καθ’ ἑαυτὸ ὁ νοῦς, διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον. Τοσαύτας γεννήσεως διαφορὰς οὕτω ἐν γενικῇ τινὶ θεωρίᾳ κατενοήσαμεν. Τὰ γὰρ ὅσα θαυματουργεῖται παρὰ τῆς φύσεως, τῆς σώματα τινῶν εἰς ἑτέραν φύσιν μεταβαλλούσης, ἢ ἀπὸ τινος τῶν ὑγρῶν ἀλλοιώσεως, ἢ σπερμάτων φθορᾶς, ἢ ξύλων σηπεδόνος ζωὰ τινὰ δημιουργούσης, ἢ ἐκ τῆς τοῦ πυρὸς συμπλήξεως τῶν ψυχρῶν ἐκ τῶν δαλῶν ἀτμῶν ἐναπολιθθέντα τῷ βάθει πρὸς ζῴου γένεσιν μεταποιούσης, ὁ σαλαμάνδραν προσαγορευοῦσιν, κἂν ἔξω τῶν διορισθέντων εἶναι δοκῇ, οὐδὲν ἧττον ἐν τοῖς εἰρημένοις ἐστὶ. Διὰ γὰρ σωμάτων ἡ φύσις τὰ ποικίλα ταῦτα τῶν ζῴων εἴδη τεχνάζει· ἢ γὰρ ποῖα τοῦ σώματος τροπή, τοιούδε παρὰ τῆς φύσεως διατεθεῖσα, τὸ δὲ τι τοῦ ζῴου τὸ εἶδος ἐδημιούργησεν· ὅπερ οὐχ ἄλλο τί ἐστιν εἶδος γεννήσεως, παρὰ τὸ ἐκ φύσεως καὶ ὕλης ἀποτελούμενον. Τοῦτον τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ἐν-των, ἡ φιλόθρωπος τοῦ ἁγίου Πνεύματος οἰκονομία παραδιδόουσα ἡμῖν τὰ θεῖα μυστήρια, διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγου, ὡς καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ποιεῖ, ὅταν σωματικῶς διαγράφῃ τὸ Θεῖον, ὀφθαλμὸν καὶ βλέφαρον, καὶ οὖς, καὶ δακτύλους, καὶ χεῖρα, καὶ δεξιὰν, καὶ βραχίονα, καὶ πόδα, καὶ ὑποδήματα, καὶ τὰ τοιαῦτα