Ancient Greek
398.1
Gregorius Nyssenus Theol., Contra Eunomium 398.1
Unproofread scanNot analysed yet
Ἄλλὰ πρὸς τὸ ἡμῖν εὐσύνοπτον τὴν διδασκαλίαν ἀγουσα, ταῖς τετριμμέναις ἐν τῇ συνθείᾳ τῶν ἀνθρώπων φωναῖς τὰ ὑπὲρ πάσης σημασίας πράγματα διορίζει, ἀναλογικῶς ἡμῖν, δι’ ἑκάστου τῶν περὶ Θεοῦ λεγομένων, πρὸς τινὰ ἀναγομένων ὑψηλοτέρων ὑπονοίαν. Οὕτως οὖν καὶ τὰ πολλὰ τῆς γεννήσεως εἴδη παρὰ τῆς θεοπνεύστου διδασκαλίας εἰς παράστασιν τῆς ἀρρήτου τοῦ Μονογενοῦς ὑποστάσεως παραλαμβάνει, τοσοῦτον ἀφ’ ἑκάστου λαμβάνουσα, ὅσον εὐάγες ἐστὶν εἰς τὰς περὶ Θεοῦ ὑπολήψεις παραληφθηναι. Ὡς γὰρ τῶν δακτύλων μνήμῃ ἐπὶ τοῦ Θεοῦ, καὶ τῆς χειρὸς καὶ τοῦ βραχίονος, οὐ τῇ τῶν ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ συνδέσμων τοῦ μέλους κατασκευῇ ὑπογράφει τῷ λόγῳ, ἀλλὰ τὴν πρακτικὴν αὐτοῦ καὶ ἐνεργητικὴν δύναμιν τῷ τοιούτῳ διασημαίνει ὀνόματι, καὶ δι’ ἑκάστου τῶν ἄλλων τὰ κατάλληλα τῶν περὶ Θεοῦ νοουμένων ἐνδείκνυται, οὐ συμπαράδειγμένῃ τῆς σωματικῆς τῶν ὀνομάτων ἐμφάσεως· οὕτως καὶ τὰ τῶν γενέσεων τούτων εἴδη λέγει μὲν ἐπὶ τῆς θείας φύσεως, οὐ μὴν οὕτως λέγει, ὡς νοεῖν οἷδεν ἡ καθ’ ἡμᾶς συνθεία. Τὰ μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνάμεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν, διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς θείας δυνάμεως καταβῆναι τὸν λόγον· οὐ μὴν ἐνδείκνυται τὰ ὅσα παρ’ ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὁ λόγος παρασκευὴν, οὐχ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις θόρυβον, ἀλλὰ ταῦτα μὲν καταλείπουσα, μεγαλοφῶς καὶ ὑψηλῶς τῷ Θεῷ προσαρτυρεῖ τῶν δυντῶν τὴν γέννησιν· ὡς ὅταν λέγῃ, ὅτι Αὐτὸς εἴπερ καὶ ἐνεργήθησαν, αὐτὸς ἐγενέλητο καὶ ἐκτίσθησαν. Πάλιν ὅταν τὴν ἀπόρρητον τε καὶ ὑπὲρ λόγον τοῦ Μονογενοῦς ἀπὸ τοῦ Πατρὸς ὑπόστασιν ἐρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδασμάτων, ἐκεῖ τοῖς ἡμετέροις συγχέρεται, καὶ Υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ’ ἡμῖν συνθεία τοῖς ἀπὸ ὑλῆς καὶ φύσεως ἀποτικτομένοις ὄνομα τίθεται. Ἄλλ’ ὡσπερ τὴν τῆς κτίσεως γένεσιν ἐπὶ τοῦ Θεοῦ ὁ λόγος εἰπὼν, τὸ διὰ τινος ὑλῆς γίνεσθαι αὐτὴν οὐ προσέθηκεν, οὐσίαν ὑλῆς, καὶ τόπον, καὶ χρόνον, καὶ πάντα τὰ τοιαῦτα, τὴν τοῦ δεληκματος δύναμιν εἶναι ἀποφηναμένος· οὕτως καὶ ἐνταῦθα Υἱὸν εἰπὼν, ἀφῆκε πάντα τε τὰ ἄλλα ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πᾶθῃ λέγω καὶ διαθέσει καὶ τὴν ἐκ τοῦ χρόνου συνέργειαν, καὶ τὴν τοῦ τόπου χρείαν, καὶ πρὸ πάντων τὴν ὑλὴν, ὧν ἄνευ ἀπάντων ἡ κάτω γέννησις ἐκ τῆς φύσεως οὐ συνίσταται. Πάσης δὲ τοιαύτης ἔννοιᾶς ὑλῆς τε καὶ διαστηματικῆς μὴ συμπαρηγοθεῖσης ἐν τῇ τοῦ Υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις· καὶ διὰ τοῦτο τῇ τοῦ Υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ Πατρὸς ἀναδείξεως ἐπὶ τοῦ Μονο-