Ancient Greek
404.1.1 to 404.1.9
Gregorius Nyssenus Theol., Contra Eunomium 404.1.1-9
Unproofread scanNot analysed yet
A λόγον ὅτι ὅσα περὶ τοῦ μονογενοῦς Θεοῦ λέγειν ὁ τῆς εὐσεβείας ὑποτίθεται λόγος, οὐδεμίαν ἔχει πρὸς τὴν κτίσιν τὴν οἰκειότητα, ἀλλὰ πολὺ τῷ μέσῳ διώρισται τοῦ τε πάντα πεποιηκότος, καὶ τῶν ἔργων αὐτοῦ τὰ γνωρίσματα. Εἰ μὲν οὖν ἐν ἑτέρῳ ποιν εἴχε τινα κοινωνίαν ὁ Υἱὸς πρὸς τὴν κτίσιν, ἔδει πάντως μηδὲ κατὰ τὸν τῆς ὁπαρέξεως τρόπον παρηλλάχθαι λέγειν. Εἰ δὲ ὁμοιρος ἡ κτίσις τῶν τοιούτων ἐστὶ τῶν ὅσα περὶ τὸν Υἱὸν μεμαθήκαμεν · ἀναγκαῖον πάντως, μηδὲ κατὰ τοῦτο λέγειν τὴν κοινωνίαν ἔχειν. Οὐδὲ γὰρ ἐν ἀρχῇ ἦν ἡ κτίσις, οὔτε πρὸς τὸν Θεὸν ἦν, οὔτε Θεὸς ἦν, οὐ ζωὴ, οὐ φῶς, οὐκ ἀνάστασις, οὐ τὰ λοιπὰ τῶν θεοπροέπων ὀνομάτων, οἷον, ἀλήθεια, δικαιοσύνη, ἁγιασμὸς, κριτής, δίκαιος, ποιητὴς τοῦ παντὸς, ὑπάρχων πρὸ τῶν αἰώνων, βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ’ αἰῶνα καὶ ἕτι, οὐχ ἀπαύγασμα δόξης ἡ κτίσις, οὐ χαρακτὴρ ὑποστάσεως, οὐχ ἀγαθότητος εἰκὼν, οὐ χάρις, οὐ δύναμις, οὐκ ἀλήθεια, οὐ σωτηρία, οὐχ ἀπολύτρωσις, οὐδὲ τι τοιούτω ὅπως τῶν εἰς δόξαν τοῦ Μονογενοῦς παρὰ τῆς Γραφῆς λεγομένων, οὐδὲν ἐπὶ τῆς κτίσεως, οὔτε ἐστίν, οὔτε λέγεται, ἵνα τὰς ὑψηλοτέρας παρίστημι φωνάς, τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. καὶ, Ὁ ὁρωρῶνς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ, Οὐδεὶς εἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. Εἰ μὲν οὖν εἴχε τὰ τοιαῦτα καὶ τῆλκαῦτα προσαρτηρεῖν ὁ λόγος τῇ κτίσει, καλῶς ἂν τὸ περὶ ταύτην θεωρούμενον καὶ ταῖς περὶ τοῦ Μονογενοῦς ὑπολήψεσιν ἐφαρμόζειν ἤμετο δεῖν, ἐκ τῶν ὁμοίων πρὸς τὸ συγγενὲς γινομένης τῆς παραβάσεως. Εἰ δὲ πάντα τὰ τοιαῦτα νοηματά τε καὶ ὀνόματα πρὸς μὲν τὸν Πατέρα τὴν κοινωνίαν ἔνει, τῆς δὲ περὶ τὴν κτίσιν ὑπονοίας ὑπέρχειται · ἄρ’ οὐ καταδύεται ὑπ’ αἰσχύνης ὁ σοφὸς καὶ ἀρχόνους διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων φυσολογῶν τῆς κτίσεως Κύριον, οὕτω συνιείς, ὅτι ἄλλα τῆς κτίσεως ἐστὶ τὰ γνωρίσματα;