Ancient Greek
404.1.10 to 404.1.16
Gregorius Nyssenus Theol., Contra Eunomium 404.1.10-16
Unproofread scanNot analysed yet
Τῶν γὰρ δυνῶν πάντων ἡ ἀνωτάτω διαιρεῖς εἰς τὸ κτιστὸν καὶ ἀκτιστον τὴν τομὴν ἔχει· τὸ μὲν ὡς αἴτιον τοῦ γεγονότος, τὸ δὲ ὡς ἐκεῖθεν γενόμενον. Διηρημένης τοίνυν τῆς τε κτιστῆς φύσεως καὶ τῆς θείας οὐσίας, καὶ οὐδεμίαν ἐπιμιξίαν ἔχούσης κατὰ τὰς γνωριστικὰς ἰδιότητας, ἀνάγκη πᾶσα μὴ διὰ τῶν ὁμοίων ἐκατέραν νοεῖν, ἀλλὰ τὰ αὐτὰ γνωρίσματα τῶν διαστηκότων κατὰ τὸν τῆς φύσεως λόγον ἀναζητεῖν. Τῇ; τοίνυν ἐν τῇ κτίσει φύσει, καθὼς φησι τῆς παναρέτου Σοφίας ὁ λόγος, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων ἐν’ ἑαυτῆς δεῖκνυούσης, καὶ πᾶσι συμπαρτεινομένης τοῖς χρονικοῖς διαστήμασι, ταύτην τὴν ἰδιότητα, οἷον τινα χαρακτῆρα τοῦ ὑποκειμένου λαμβάνομεν, ἐν τῷ πάντων καὶ ἀρχὴν αὐτοῦ τινα τῆς συστάσεως βλέπειν, καὶ πρὸς τὸ μέσον ὁρᾶν, καὶ πρὸς τὸ πέραν ταῖς ἐλπίσι συμπαρτείνεσθαι. Μεμαθήκμεν γὰρ ὅτι οὔτε ἐξ ἀδίου ἦν ὁ οὐρανός, καὶ ἡ γῆ, οὔτε εἰς τὸ ἀδίου ἐσται, ὡς ἐκ τοῦτο δήλον εἶναι, ὅτι καὶ ἀπὸ ἀρχῆς τινος τὰ ὄντα ἡρῆτο, καὶ εἰς τι πάντως καταλήξει πέρας. Ἡ δὲ θεία φύσις κατ’ οὐδὲν μέρος περατουμένη, ἀλλὰ πανταχόθεν ἐν τῷ ἀορίστῳ πάν