Ancient Greek
405.1
Gregorius Nyssenus Theol., Contra Eunomium 405.1
Unproofread scanNot analysed yet
πέρας, διαβαίνουσα ,πρὸρρωθέν ἔστι· τῶν ἐπὶ τῆς κτίσεως εὐρισκομένων σημείων. "Η γὰρ ἀδιάστατος καὶ ἄσποος καὶ ἄπεριγραπτος δύναμις, ἐν ἑαυτῇ τοὺς αἰῶνας καὶ πᾶσαν τὴν ἐν τούτοις ἔχουσα κτίσιν, καὶ πανταχόθεν τῆς τῶν αἰώνων ἀπειρίας τῇ ἀδιόδητι τῆς ἰδίας ὑπερεκπιπτούσῃ φύσει, ἢ οὐδὲν ἔχει σημεῖον τὸ καταμαρτυρὸν τὴν φύσιν, ἢ ἄλλο τι πάντως, καὶ οὐχ ὅπερ ἡ κτίσις ἔχει. Ἐπεὶ οὖν ἴδιον τῆς κτίσεως τὸ ἀρχὴν ἔχειν, ἀλλότριον ἄν εἴη τῆς ἀκτίστου φύσεως τὸ τῆς κτίσεως ἴδιον. Εἰ γὰρ καθ' ὁμοιότητα κτίσεως καὶ τὴν τοῦ Μονογενοῦς ὑπάρξιν ἐκ τινος καταλαμβανομένης ἀρχῆς ὑποτιθεσθαι τις ἀξιώσειε, κατ' ἀνάγκην πάντα κατὰ τὴν τῶν λοιπῶν ἀκολουθεῖν τῷ περὶ τούτου λόγῳ συνεναρμόσει. Οὐ γὰρ ἔστι τῆς ἀρχῆς δοθείσης μὴ συνομολογήσαι καὶ τὸ ἐπόμενον.