Ancient Greek
408.3
Gregorius Nyssenus Theol., Contra Eunomium 408.3
Unproofread scanNot analysed yet
A 'Αλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους, καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀχῦσαι τὸν διακενῶν φυσμάτι, λέγειν ἐπιχειρεῖ τὴν τοῦ Θεοῦ μεγαλοπρεπείας ἐπάξιον. "Ὁ δὲ λέγει τοιούτων ἐστι· Θεὸς γὰρ ὤν, φησί, τὸ πάντων ἐξοχώτατον ἀγαθόν, καὶ πάντων κράτιστον, καὶ πάσης ἀνάγκης ἐλεύθερον. Καλῶς ὁ γενναῖος καθάπερ τι πλοῖον ἀνεμόπυστον αὐτομάτως ὑπὸ τῶν τῆς ἀπάτης κυμάτων πλέμενος τῆς ἀληθείας ἐγκαθορμίζει τὸν λόγον. Πάντων τῶν ἀγαθῶν ἐξοχώτατον ἐστίν ὁ Θεός. Ὑπέρευγε τῆς ὁμολογίας! Πάντως δὲ τὸν μέγαν Ἰωάννην οὐχ ἂν γράφαιτο παράνομον γραφήν, παρ' οὗ Θεὸς ὁ μονογενὴς ἐν ὑψηλῷ τῷ κηρύγματι διαγγέλλεται· ὁ καὶ πρὸς τὸν Θεὸν ὤν, καὶ Θεὸς ὤν. Οὐκοῦν εἰ ἀξιόπιστος τῆς τοῦ Μονογενοῦς θεότητος κήρυξ ἐκεῖνος· ὁ δὲ Θεὸς τὸ ἐξοχώτατον ἐστὶν ἀγαθόν· ὁ Ἰὼς ἄρα τὸ ἐξοχώτατον ἀγαθὸν παρὰ τοῦ ἐχθροῦ τῆς δόξης αὐτοῦ μεμαρτύρηται. Τῆς δὲ τοιαύτης φωνῆς καὶ ἐπὶ τοῦ Πατρὸς ἀρμοζούσης, τὸ σπερθετικὸν τῆς τοῦ ἐξοχωτάτου ἐμφάσεως, οὐδεμίαν ἐκ συγχρίσεως παραδέχεται μείωσιν ἢ ὑπέρθεσιν. Τοῦτον δὲ ἡμῖν παρὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας πρὸς ἀπόδειξιν τῆς τοῦ Μονογενοῦς δόξης παρεῖλημμένους, προσθέτειν εἰς συμμαχίαν τοῦ ὁμολογουμένου λόγου, καὶ τὸν ἐφεξῆς αὐτοῦ λόγον. Φησὶ γάρ, ὅτι Τὸ ἐξοχώτατον ἀγαθὸν ὁ Θεός, ἄτε μήτε φύσεως ἐμποδιζούσης, μήτε αἰτίας ἀναγκαίουσης, μήτε χρείας κατεπειγούσης, γεννᾷ τε καὶ δημιουργεῖ κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχήν, τὴν βούλησιν ἀρκοῦσαν ἔχων δύναμιν πρὸς τὴν τῶν γενομένων σύστασιν. Εἰ τοίνυν πᾶν καλὸν κατὰ τὴν τοῦτο βούλησιν, οὐ μόνον γενόμενον ὁρίζει καλόν, ἀλλὰ καὶ ὅτε γενέσθαι καλόν· εἴπερ ἄρα ἀσθενείας, τὸ ποιεῖν ὁ μὴ βούλεται. Μέχρι τοῦτο παραληπτέος ἡμῖν πρὸς σύστασιν τῶν εὐσεβῶν δογμάτων ὁ ἐκ βυπαρῶν τε καὶ πάντως κεχωρημένων λεξειδιῶν διαπεπορημένος τῶν ἐναντίων λόγος· εἰ γὰρ κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχὴν τὴν βούλησιν ἀρκοῦσαν ἔχων δύναμιν, πρὸς τὴν τῶν γενομένων σύστασιν, ὁ τὰ πάντα κτίσας, μήτε φύσεως ἐμποδιζούσης, μήτε αἰτίας ἀναγκαίουσης, οὐ μόνον τὸ γενόμενον ὁρίζει καλόν, ἀλλὰ καὶ ὅτε γενέσθαι καλόν. Ὁ δὲ πάντα ποιῶν, ὁ Μονογενὴς ἐστι Θεός, καθὼς κηρύσσει τὸ Εὐαγγέλιον· οὕτως ὅτε θέλησε, τότε καὶ τὴν κτίσιν ἐποίησεν· τότε περιέλαχε τῷ οὐρανίῳ σώματι διὰ τῆς κυκλοφορουμένης οὐσίας πάντα τὸν ἐντὸς τοῦ σχήματος ἀπειλημμένον κόσμον.