Ancient Greek
409.1
Gregorius Nyssenus Theol., Contra Eunomium 409.1
Unproofread scanNot analysed yet
Α τε καλῶς ἔχειν ὤφθη τοῦτο γενέσθαι, τότε ἀνέδειξε τὴν ἕρᾶν, τότε τὰ ὕδατα τοῖς κοιλοῖς ἐγκατέχλεισε χώροις· τότε καὶ βλαστήματα. τότε καρποῖ, τότε ζῴων γένεσις, τότε ἀνθρώπου πλάσις· ὅτε τούτων ἕκαστον εὐκαιρὸν ἐδόκει τῇ σοφίᾳ τοῦ κτίσαντος. Ὁ δὲ τὰ πάντα ποιήσας (πάλιν γὰρ τὸν αὐτὸν ἐπαναληφόμεναι λόγον) ὁ Μονογενὴς ἐστι Θεός, ὁ τοὺς αἰῶνας ποιήσας, τοῦ γὰρ τοῦ διαστήματος τῶν αἰώνων προκαταβεβλημένου τῶν ὄντων, οὐ καιρὸς ἐστιν εἰπεῖν τὸ χρονικὸν τοῦτο ἐπίρρημα, ὅτε τότε ἐβουλήθη καὶ τότε ἐποίησεν. Αἰώνος δὲ οὐκ ὄντος, οὐδὲ τινὸς διαστηματικῆς ἐνοίας περὶ τὴν θείαν φύσιν τὴν ἄποσον τε καὶ ἀδιάστατον θεωρουμένην· ἀργεῖν ἀνάγκη πάντως τὰς τῶν χρονικῶν ἐπιρρημάτων ἐμμάσεις. Ὥστε τῇ μὲν κτίσει τὴν χρονικὴν ἀρχὴν κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ τὰ πάντα πεποιηκότος δεδοθῆναι λέγειν, οὐχ ἔξω τοῦ εἰκότως ἐστίν. Αὐτὴν δὲ τὴν θείαν φύσιν ἐν παρατάσει τινὶ διαστηματικῇ θεωρεῖν, μόνων τῶν τὴν νέαν σοφίαν πεπαιδευμένων ἐστίν. Οἷον γὰρ κάκεινο τοῖς εἰρημένοις ἔχειμενον ὑπερἐστην ἔκων, πρὸς τὸ προκείμενον σπεύδων, ὃ νῦν εἰς ἀπόδειξιν τῆς ἀγχνοίας τοῦ λογογράφου ἐπαναλαβὼν ἀναγνώσομαι.