Ancient Greek
410.2
Gregorius Nyssenus Theol., Contra Eunomium 410.2
Unproofread scanNot analysed yet
Μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφὴ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται. Ἄλλ’ ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα, καὶ ἀνθρωπικῶς ἡμῖν ὡς εἰς ἡμῶν καὶ αὐτὸς διαλέγεται· ὁμολογῶν ἡμέας τῶν λογισμῶν τὴν ἀσθένειαν, καὶ καταφεύγον ἐπὶ τὸν λόγον, ὃν Ἀρι-στοτέλης τε καὶ οἱ κατ’ αὐτὸν οὐκ ἐδίδαξαν. Τότε γὰρ, φησί, καλὸν καὶ ἀρέσκει γεννηθῆναι τὸν Υἱὸν ὅτε ἐδούλευτο. Μηδενιᾶς ἐκ τούτου ζητήσεως ἐγγυομένης τοῖς σώφροσιν· τοῦ, Διὰ τί μὴ πρό-τερον; Τί ταῦτα, Εὐνόμιε; καὶ σὺ πεζεύεις κατὰ τοὺς ἰδίους ἡμᾶς, καὶ καταλιπὼν τὰς τεχνικὰς περιόδους, ἐπὶ τὴν ἄλογον συγκατάθεσιν καὶ αὐτὸς καταφεύγεις, ὁ πολλὰ τοῖς ἄνευ λογικῆς ἐντερεχίας ἐπιχειροῦσι τῷ γράφειν ἐπενειδίας; Ὁ πρὸς Βασι-λείον λέγων, ὅτι δι’ ὃν ἀδύνατον τοῖς ἀνθρώποις εἶναι λέγειν τὰς ὑπὲρ τῶν πνευματικῶν λόγων εὐλό-γας, τὴν ἰδίαν ἐλέγχεις ἀγνοίαν. Καὶ πάλιν ἐτέρωθι τὸ ἴσον προφέρων· ὅτι τὴν ἰδίαν ἀσθένειαν κοινοποιεις,