Ancient Greek
410.1
Gregorius Nyssenus Theol., Contra Eunomium 410.1
Unproofread scanNot analysed yet
σύνθετος, αὐτὸς πρὸς ἑαυτὸν μεριζόμενος, ἀσύμφωνον ἔχων τῇ δυνάμει τὴν δύναμιν· ὡς ταύτῃ μὲν πρὸς ἀταξίαν ἐκφέρεσθαι, τῇ δὲ ἑτέρᾳ κωλύειν τὴν πλῆμμελῆς τῆς κινήσεως. Τί δὲ καὶ βουλομένου κρατεῖ πρὸς γένεσιν ὁρμήσαν τὴν δύναμιν, μὴ τὴν γένεσιν χαλὼν ἐκ τοῦ μὴ κωλυθῆναι τὴν γένεσιν, μᾶλλον δὲ πρὸ τοῦτοῦ τὴ φύσει τὸ κρατούμενον ἔστιν, ὁρμητικώτερον. Τὸ γὰρ λεχόμενον, ὁρμητικὸν τινα καὶ προαιρετικὸν ὑποδείκνυσι κίνησιν, ἐφ’ ἑαυτῆς ἰδιαζόντως θεωρουμένην· ἄλλο γὰρ τι τὸ κρατοῦν, καὶ ἕτερον ἐξ ἀνάγκης· ἐστὶ τὸ κρατούμενον. Κρατεῖ τοίνυν ὁ Θεὸς τῆς δυνάμεώς τι οὐσίας αὐτοπροαιρέτου τινὸς φύσεως, ἢ ἄλλο τι παρὰ τοῦτο, ὁρμῆς; πρὸς ἐνέργειαν, ἢ ἀτερμοσύνης. Εἰ μὲν γὰρ ἥρμεν ὑποτίθε-ται, τὸ ἡσυχάζον τοῦ κρατοῦντος οὐκ ἐπιβάλλεται. Εἰ δὲ κρατεῖν φησι, δηλοῖντι κινουμένου τε καὶ ὁρμῶντος κρατεῖ. Τοῦτο δὲ ἄλλο τι τῇ φύσει παρὰ τὸν κρατουμένον πάντα ἐρεῖ. Τί οὖν νοεῖ, τοῦτο φα-νερωσάτω τῷ λόγῳ· ἄλλο τι παρὰ τὸν Θεὸν ἐν ὑποστάσει θεωρούμενον. Καὶ πῶς ἀνεῖσι ἐν τῷ Θεῷ τὸ ἀλό-ριον; “Ἡ ἐξιν τινὰ κατὰ τὸ ἀνυπόστατον ἐν τῇ θείᾳ φύσει θεωρουμένην; Ἄλλ’ οὐκ ἔστιν εἰπὼ τοῦτο. Τὸ γὰρ μὴ ὑφεστώς οὐκ ἔστι, τὸ δὲ μὴ ὄν, οὐδὲ κρατεῖται, οὔτε ἀφέτται; Τίς οὖν ἡ κρατουμένη δύναμις ἐκεῖνη καὶ κωλυμένη πρὸς τὴν ἰδίαν ἐνέργειαν, ἕως ἐμελλεν ὁ καιρὸς τῆς τοῦ Χριστοῦ γεννήσεως ἐπιστάς ἀκώλυτον ἀφέσειν τὴν δύναμιν πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν φέρειν; Τίς δὲ ἡ ἐν τῷ μέσῳ τῆς ἀναβολῆς αἰτία, δι’ ἣν ὁ Θεὸς τοῦ Μονογενοῦς ὑπερθέτο γέννησιν οὐπω καλὸν εἶναι οἴόμενος τὸ γενέσθαι Πατέρα; Τί δὲ τὸ μέσον τοῦτο ὁ μεταξὺ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ζωῆς παρενεῖ-σταί; Οὐ χρόνος, οὐ τόπος, οὐ διαστηματικὸν τι νόημα, οὐχ ἄλλο τοιούτου οὐδέν. Πρὸς τί τοίνυν ὁ ὁξὺς καὶ διορατικὸς ὀφθαλμὸς ἀτενίζων, ἐνορᾷ τῆς ζωῆς τοῦ Υἱοῦ πρὸς τὴν τοῦ Πατρὸς ζωὴν, τὴν διά-στασιν; Ἄλλ’ πάνταχόλου συνελαυνόμενος, οὐδὲν μὲν εἶναι τὸ μεταξὺ καὶ αὐτὸς ἐξ ἀνάγκης συντί-θεται.