Ancient Greek
415.2
Gregorius Nyssenus Theol., Contra Eunomium 415.2
Unproofread scanNot analysed yet
Οὐχ ἔστι τοῦ αὐτοῦ καὶ μηδὲν ὑπερτιθέναι τῆς τοῦ Μονογενοῦς ὑποστάσεως, καὶ μὴ εἶναι λέγειν πρὸ τῆς γεννήσεως, ἀλλὰ τότε γεγενῆσθαι, ὅτε ὁ Πατὴρ βουλήθη· τὸ γὰρ τότε καὶ ὅτε, κυρίως καὶ προσφῶς ἐπὶ τὴν χρονικὴν δεῖξιν τὴν σημασίαν φέρει, κατὰ τὴν κοινὴν τῶν ὡμῶς φθεγγομένων συνήθειαν, καὶ κατὰ τὴν ἐν τῇ Γραφῇ σημασίαν. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσι, καὶ, Ὅτε ἀπέστειλα ὑμᾶς, καὶ, Τότε ὁμοιωθήσεται ἡ βασιλεία. Καὶ μυρία τοιαῦτα διὰ πάσης ἔστι Γραφῆς εἰς ἀπόδειξιν τοῦ προκειμένου λαβεῖν, ὅτι τοῖς τοιούτοις τοῦ λόγου μορίοις τὸν χρόνον ἐπισημειοῦται τῆς Γραφῆς ἡ συνήθεια. Εἰ