Ancient Greek
416.1
Gregorius Nyssenus Theol., Contra Eunomium 416.1
Unproofread scanNot analysed yet
σὺν χρόνῳ οὐκ ἦν, καθὼς ὁ ἀντιλέγων συντίθεται, συνανηρτηται πάντως καὶ ἡ χρονικὴ σημασία · ταύτης δὲ μὴ οὖσης, τὸ ἀτδίον τῆς ἔννοιᾶς κατὰ πᾶσαν ἀνάγκην ἀντεῖσλεύεται· τῇ γὰρ τοῦ μὴ εἶναι φωνῇ, καὶ τὸ ποτὲ πάντως συνπατοῦσιν. Εἰ γὰρ χωρὶς τοῦ ποτὲ τὸ μὴ εἶναι λέγοι, οὐδὲ νῦν εἶναι δώσει. Εἰ δὲ τὸ νῦν διδοὺς πρὸς τὸ ἀτδίον μάχονται, πάντως οὐ τὸ καθόλου μὴ εἶναι, ἀλλὰ τὸ ποτε μὴ εἶναι διανενόηται. Τῆς δὲ φωνῆς ταύτης ἀνυποστάτου παντάπασιν οὖσης, εἰ μὴ πρὸς τὴν τοῦ χρόνου σημασίαν ἐρείδοιτο, ἀνόητον ἂν εἴη καὶ μάταιον τὸ μήτε τι πρὸ τοῦ Υἱοῦ εἶναι λέγειν, μήτε τὸν πάντοτε Υἱὸν εἶναι κατασκευάζειν. Εἰ γὰρ μήτε τόπος, μήτε χρόνος, μήτε τις ἑτέρα κτίσις ἐστιν, ἐν ᾧ οὐκ ἐστιν ὁ ἐν ἀρχῇ ὤν λόγος, πανταχόθεν τοῦ δόγματος τῆς εὐσεβείας ἐξήρηται, τὸ ποτε μὴ εἶναι τὸν Κύριον. Οὐχ οὕν οὐχ ἡμῖν, ἀλλ’ ἑαυτῷ διαμάχεται, ὁ καὶ μὴ εἶναι καὶ εἶναι τὸν Μονογενῆ δογματίζειν. Ἐν γὰρ τῷ ὁμολογεῖν μηδενὶ τῇ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα διαιρεῖσθαι συναφείαν, τὸ ἀτδίον αὐτῷ πάντως προσῆμαρτύρηκεν. Εἰ δὲ ἐν τῷ Πατρὶ λέγοι μὴ εἶναι τὸν Υἱόν, τῷ τοιούτῳ λόγῳ οὐχ ἂντεροῦμεν αὐτῷ, ἀλλὰ τὴν Γραφὴν ἀντιθήσομεν, ἥ φησιν, ἐν τῷ Πατρὶ τε εἶναι τὸν Υἱόν, καὶ ἐν τῷ Υἱῷ τὸν Πατέρα · τὸ ποτὲ ἢ ὅτε, ἢ τότε, μὴ προστιθέσθαι τῷ λόγῳ, ἀλλὰ τῇ σποραδικῇ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ, τὸ ἀτδίον αὐτῷ μαρτυρήσασα. Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγένητον παρ’ ἡμῶν λέγεσθαι τὸν Μονογενῆ Θεόν, ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν Πατέρα διοριζόμεθα. Τῆς γὰρ αὐτῆς ἀτοπίας, μᾶλλον δὲ βλασφημίας ἐχάτερον. Ὥστε εἰ μὲν συκοφαντεῖν ἐγνωκε, προστιθέτω καὶ τὸ ἕτερον ἐγκλημα, μηδεὸς φειδόμενος, δι’ ὃν ἂν ἡ δυνατὸν χαλεπώτερον ἐκτραχῦναι καθ’ ἡμῶν τοὺς ἀκούοντας. Εἰ δὲ τὸ ἕτερον τούτων διὰ τὸ περιφανὲς τῆς συκοφαντίας οὐχ αἰτιάζεται, ἀφίετω καὶ τὸ λειπόμενον · ἴσον γὰρ εἰς ἀσέβειαν καθὼς ἐσχηται καὶ τὸν Υἱὸν ἀγένητον λέγειν, ἢ καὶ γεννητὸν τὸν Πατέρα.