Ancient Greek
416.2
Gregorius Nyssenus Theol., Contra Eunomium 416.2
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν εὑρίσκεται τις ἐν τοῖς παρ’ ἡμῶν γεγραμμένοις φωνὴ τοιαύτη, δι’ ἧς ἀγένητος ὁ Υἱὸς ὀνομάζεται, καθ’ ἡμῶν αὐτῶν τὴν ἐχάτην φήγιν ἐξοίσαιμεν. Εἰ δὲ ψευδεῖς αἰτίας τε καὶ συκοφαντίας κατ’ ἐξουσίαν συμπλάσσει, τὸ δοκοῦν ἐπὶ διαβολῇ τῶν καθ’ ἡμᾶς δογμάτων λογοποιῶν, γένοιτ’ ἂν ἴσως τοῖς γε νοῦν ἔχουσι καὶ αὐτὴ τῆς ἐν ἡμῖν εὐσεβείας ἀπόδειξις. Ὅτι τῆς ἀληθείας ἡμῶν ὑπερμαχοῦσης, τὸ ψεῦδος εἰς κατηγορίαν τοῦ δόγματος ἡμῶν προεστήσατο, ἀλλοτριαν τοῦ ἡμετέρου λόγου κατασκευάζων τὴν τῆς ἀσεβείας γραφήν. Ἄλλ’ ἐστιν ἐν συντόμῳ πρὸς τὰς αἰτίας ταύτας ἀπολογήσασθαι. Ὡς γὰρ ἡμεῖς τὸν ἀγένητον εἶναι λέγοντες τὸν μονογενῆ Θεὸν ἐπάρατον κρῖνομεν, οὕτω κάκεινος ἐπαράδω τὸν μὴ εἶναι ποτε τὸν ἐν ἀρχῇ ὄντα διοριζόμενος. Ἐκ γὰρ τοῦ τοιούτου δεχθήσεται τρόπου, ὅ τε κατὰ ἀλήθειαν, καὶ ὁ συκοφαντικῶς τὰς αἰτίας ἐπάγων. Εἰ δὲ ἡμεῖς ἀρνοῦμεθα τὰ ἐγκλήματα, καὶ Πατέρα λέγοντες, Υἱὸν τῇ φωνῇ συνεπινοοῦμεν, καὶ Υἱὸν ὀνομάζαντες, ἀληθῶς εἶναι φαμεν ὁ λέγεται, γεννητῶς ἐκ τοῦ ἀγεννήτου ζωῆς ἀπαυγασθέντα, πῶς οὐ πρόδηλος ἡ συ-