Ancient Greek
421.1
Gregorius Nyssenus Theol., Contra Eunomium 421.1
Unproofread scanNot analysed yet
A τῶν δυνάμεων εὕρεσιν. Ἄλλ' εἰποῖμ' ἂν πρὸς αὐτόν, ὅτι ὁ ἐφικτὴν εἶναι λέγων τῶν δυνάμεων τὴν εὕρεσιν, ὅδῳ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν δυνάμεων γνώσεως προήγαγε ἐαυτοῦ τὴν διάνοιαν. Καὶ τοὺς εὐληπτοὺς τε καὶ μικροτέρους ἐγγυμνασθείς διὰ τῆς καταλήψεως· οὕτως καὶ τοὺς ἐπέκεινα πάσης ἐνοίας ἐπέβαλεν ἐαυτοῦ τὴν καταληπτικὴν φαντασίαν. Οὕκουν ὁ τὴν περὶ τῶν δυνάμεων ἐπίσιν κατεληφέναι μεγαλαυχούμενος, τὸ μικρότατον τῶν προφανομένων ἡμῖν, ὅπως ἔχει φύσεως ἐρμηνευσάτω. Ὡς ἂν διὰ τοῦ γνωρίμου καὶ περὶ τοῦ κεχρυμμένου πιστώσασθαι. Καὶ τίς ἢ τοῦ μύρμηκος φύσις ἐρμηνευσάτω τῷ λόγῳ, εἰ πνεύματι καὶ ἀσθματι συνέζεται αὐτοῦ ἢ ζωή, εἰ σπλάγχοις οἰκονομεῖται παραπλησίως τοῖς ἄλλοις ζῴοις· εἰ ὁστείοις τὸ σῶμα περιέστηκε· εἰ μυελῷ τὰ κοῖλα τῶν ὀστέων κατὰ τὸ ἐντὸς, εἰ νεύροις καὶ συνδέσμοις τὰς ἀρμονίας τετύνωται· εἰ μυῶν περιβολαῖς, καὶ ἀδένων εἰ τῶν νεύρων περιχράτεῖται· δέως· εἰ τοῖς νωτιαίοις σπονδυλοῖς ἐκ τοῦ βρέγματος ἐπὶ τὸ ὀυραῖον ὁ μυελὸς παρατείνεται· εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμῆνος, τοῖς κινουμένοις μέλεσι τὴν ὀρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἐστιν ἐν αὐτῷ τὸ ἥπαρ, καὶ χολόδοχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροὶ τε καὶ καρδία, καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμῆνες τε καὶ φρένες, καὶ διαφράγματα· καὶ εἰ φύλον ἐστιν, ἢ τετρίγεται, καὶ εἰ πρὸς τὸ ἄρρεν τε καὶ θῆλυ διαμερίζεται, ἐν τίνι τε μέρει τοῦ σώματος τὸ ὀπτικὸν ἐγκαθίδρυται. Καὶ εἰ τῆς ὀσφραντικῆς μετέχει αἰσθήσεως· εἰ μονόνηξός ἐστιν, ἢ πολυνηδὴς ἔχει τὰς βάσεις· πόσον δὲ βίου χρόνον· καὶ τίς ὁ τρόπος αὐτῆς τῆς ἐξ ἀλλήλων γενέσεως· ἐπὶ πόσον δὲ κυίσκεται τὸ τικτόμενον· καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπὸπτεροι πάντες· ἀλλ' οἱ μὲν, τῶν γαμαῖ ἐρχομένων εἰσιν, οἱ δὲ διαέριοι φαίνονται. Ὁ τοίνυν τῶν δυνάμεων κατεληφέναι τὴν γνώσιν κομπάζων, τῶν ἡμῖν τὴν τοῦ μύρμηκος φύσιν φανερωσάτω. Εἰθ' οὕτω φυσιολογεῖτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. Εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὕτω περιέλαβε τῇ φύσει τὴν γνώσιν, πῶς τὸν ἐν ἑαυτῷ πᾶσαν περιεχρατοῦντα τὴν κτίσιν τῷ καταληπτικῷ περιειληφέναι λόγῳ μεγαλαυχεῖται; Καὶ τοὺς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἐφ' ἑαυτὴν ὁμολογοῦντας ἐκποτῶσθαι λέγει τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ μήτε τινὸς τῶν πρόσων, μήτε τῶν ὑπὲρ κεφαλῆς ἐφικνεῖσθαι.