Ancient Greek
421.2
Gregorius Nyssenus Theol., Contra Eunomium 421.2
Unproofread scanNot analysed yet
D Ἄλλ' ὁ τὴν γνώσιν ἔχων τῶν δυνάμεων, ἴδωμεν τί παρὰ τοὺς ἄλλους ἐπίσταται. Ἀκούσωμεν τῆς ὑπερόχους φωνῆς. Ἡ μάτην ἄρ' ὁ Κύριος ἑαυτὸν ὀνόμασε θύραν, φησί, μηδενὸς ὄντος τοῦ διόντος πρὸς καταστροφὴν καὶ θεωρίαν τοῦ Πατρός, μάτην δ' ἂν ὁδός, μηδεμιᾶν παρέχων εὐμαρείαν τοῖς ἐλθοῖν πρὸς τὸν Πατέρα βουλομένοις. Πῶς δ' ἂν σὴν φῶς, μὴ φωτίζων τοὺς ἀνθρώπους, μὴ καταλαμπων τὸ τῆς ψυχῆς ὀμμα πρὸς καταστροφὴν ἑαυτοῦ τε καὶ ὑπερκειμένου φωτός; Εἰ μὲν οὖν οἰκοδεν τινὰς λογισμοὺς διεξῆει, ἐκφεύγοντας τῇ λεπτότητι