Ancient Greek
423.1
Gregorius Nyssenus Theol., Contra Eunomium 423.1
Unproofread scanNot analysed yet
Ἐγὼ δὲ τοῦτο παρὰ τῆς θεοπνεύστου Γραφῆς διδαχθεὶς, θαρσῶν ἀποφαίνομαι· ὅτι ὁ ὑπὲρ πάν ὄνομα ὄν, ἡμῖν πολυώνυμος γίνεται, κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομαζόμενος· φῶς μὲν, ὅταν ἐξαφανίζῃ τῆς ἀγνοίας τὸν ζόφον· ζωὴ δὲ, ὅταν τὴν ἀθανασίαν χαρίζεται· ὁδὸς δὲ, ὅταν πρὸς τὴν ἀλήθειαν ἀπὸ τῆς πλάνης χειραγωγῇ· ὁπὼ καὶ πύργος ἰσχύος, καὶ πόλις περιοχῆς, καὶ πηγὴ, καὶ πέτρα, καὶ ἀμπελός, καὶ ἰατρὸς, καὶ ἀνάστασις, καὶ πάντα τὰ τοιαῦτα πρὸς ἡμᾶς ὀνομάζεται· ποικιλῶς ἑαυτὸν ταῖς ἡμετέραις εὐεργεσίαις καταμερίζων. Τὰς δὲ οὐσίας διὰ τῶν ὀνομάτων ἐρμηνεύουσι· οἱ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ὀξυωποῦντες,· οἱ μὲν ἀκατάληπτον βλέποντες, τὸ δὲ καταληπτὸν παραβλέποντες. Ὃν γὰρ οὔτε εἴδὲ τις ἀνθρώπων, οὔτε ἰδεῖν δύναται, τοῦτον οὐ μόνον ὁρᾶν, ἀλλὰ καὶ μετρεῖν διασφαισιῶσι· τὴν δὲ πίστιν οὐ βλέπουσι τῷ τῆς ψυχῆς ὀφθαλμῷ, ὅπερ δὲ μόνον σύμμετρόν ἐστι τῇ ἡμετέρᾳ κατανοήσει· τὴν ἐκ τῶν λογισμῶν ἐπίγνωσιν ἐπίπροσθεν ταύτης ποιοῦμενοι. Οὕτως ἤκουσα τῆς ἰστορίας τῶν υἱῶν Βενιαμὶν κατηγορούσης, οἱ πρὸς μὲν τὸν νόμον οὐχ ἐβλέπον, κατὰ δὲ τριχὸς ἐτοξάζοντο· διλοῦντος, ὁμᾶι, τοῦ λόγου τὴν περὶ τὸ μάταιον αὐτῶν ἀσχολίαν· ὅτι τῶν μὲν ἀνωφελῶν καὶ ἀναυστοτάτων, ἐκπληθὼς τινὲς ἦσαν καὶ εὐφυεῖς στοχασταί· τῶν δὲ προδηλῶς ὠφελούντων, ἀμαθεῖς τε καὶ ἀμελέτητοι· ἐπάγει γὰρ τοῖς εἰρημένοις ἱστορία τὴν κατ' αὐτοὺς συμφορὰν, ὅπως πρὸς τὴν Σοδομοιτικὴν παρνομίαν λυσσάσαντες,· πανστρατιᾷ τοῦ Ἰσραηλίτου λαοῦ κατ' αὐτῶν ὁπλισθέντος, ἐξεπορθήθησαν· καὶ μοι δοκεῖ φιλόθρωπον εἶναι γνῶμην εἰσηγοῦσθαι τοῖς νέοις τοξόταις, μὴ κατὰ τριχὸς ἐθελεῖν τοξεύειν, τὴν δὲ θύραν μὴ βλέπειν τῆς πίστεως, ἀλλὰ παρέντες τὴν περὶ τὸ ἀληπτον ματαιοπονίαν, μὴ ζημιούσθαι τὸ πρόχειρον κέρδος, τὸ διὰ μόνης τῆς πίστεως εὐρισκόμενον.