Ancient Greek
423.2
Gregorius Nyssenus Theol., Contra Eunomium 423.2
Unproofread scanNot analysed yet
Ἄλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκευάμενος, ὀκνῶ προσαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. Βούλεται γὰρ ἄλλο τι δεῖξαι· παρὰ τὴν αἰωνίαν ζωὴν τὸν Υἱὸν ἔναι, ἥτις εἰ μὴ ἐν τῷ Μονογενεῖ θεωροῖτο, μάταια μὲν ἡ πίστις ἀποδειχθήσεται, κενὸν δὲ τὸ κήρυγμα, περιττὸν δὲ βάπτισμα, εἰς οὐδὲν δὲ τῶν μαρτύρων οἱ πόνοι,· ἀχρήστοι δὲ καὶ ἀνῶντοι τῇ ζωῇ τῶν ἀνθρώπων οἱ τῶν ἀποστόλων ἱδρώτες. Τί γὰρ κατηγγείλαν τὸν Χριστόν,· ἐν ᾧ τῆς αἰωνίας ζωῆς κατ' Εὐνόμιον οὐκ ἔστιν ἡ δύναμις; Εἰς τί δὲ τῷ ὀνόματι Χριστοῦ τοὺς πεπιστευκότας κατονομάζουσιν, εἰ μὴ διὰ τούτου τῆς αἰωνίας μέλλοιεν μετέχειν ζωῆς; Ὃ γὰρ νοῦς, φησὶ τῶν εἰς τὸν Κύριον πεπιστευκότων, πᾶσαν ἀληθῆ καὶ νοητὴν οὐσίαν ὑπερῦψας, οὐδὲ ἐκ τῆς τοῦ Υἱοῦ γεννήσεως ἵστασθαι πέφυκεν· ἐπέκεινα δὲ ταύτης ἵσται καθὼς τῆς αἰωνίας ζωῆς ἐπιθυμεῖ τῷ πρώτῳ τλιχόμενος. Τί τῶν εἰρημένων πλείον