Ancient Greek
427.1
Gregorius Nyssenus Theol., Contra Eunomium 427.1
Unproofread scanNot analysed yet
Δελας ῥήματα συμφορήσας, μετὰ ταῦτα λογίζεται τὴν ἀδιανοήτον βλασφημίαν, πρὸς ὃ τι βλέπει, διχὰ τινὸς λογικῆς ἀκολουθίας ἐκ τοῦ αὐτομάτου διὰ τῶν εἰρημένων ἀναφύοιαν. Οὐ γὰρ οἶμαι κατὰ πρόθεσιν αὐτῷ τὴν τῆς γενέσεως ὑπόστασιν ἀναπεπλάσθαι, ἀντὶ Πατρὸς τῇ οὐσίᾳ τοῦ Υἱοῦ γυνομένην. Οὐδὲ τὸ ἀλλοτρίον ἀποδειχθῆναι τῆς γεννήσεως τοῦ Υἱοῦ τὸν Πατέρα, ὃ σκοπὸς ἦν, ὡς οἴμαι, τῷ ῥήτορι, οὐδὲ ἡ αὐτογένεσλος τερατεία, διὰ τινὸς προβουλευσάμεως ἐπεισυγέθη. Ἄλλὰ πάντα τὰ τοιαῦτα διανοίας χωρὶς ἀπὸ μέσης τῷ λογογράφῳ, ὡς μηδέ πολλῆς δεῖον ἐν τούτοις κατηγορίας εἶναι, τὸν πλημμελοῦντα μὲν ἐν τοῖς δόγμασιν, οὐκ εἰδότα δὲ, καθὼς φησιν ὁ Ἀπόστολος, οὔτε ὃ λέγει, οὔτε περὶ τίνων διαβεβαιούται.