Ancient Greek
427.2
Gregorius Nyssenus Theol., Contra Eunomium 427.2
Unproofread scanNot analysed yet
Ὅ γὰρ ἐκ τοῦ γεννηθῆναι, φησὶ, τὸ εἶναι, οὕτως πρὸ τῆς γεννήσεως οὐκ ἦν. Εἰ ἀντὶ τοῦ Πατρὸς νοοῦν τὴν γέννησιν λέγει, κάγὼ συντιθέμαι, καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. Ταὐτὸ γὰρ ἐστὶ δι’ ἑκατέρας σημῆναι τῆς λέξεως, ἐκ τε τοῦ εἰπεῖν, ὅτι Ἄβραὰμ ἐγέννησεν τὸν Ἰσαὰκ, καὶ ἀντὶ τοῦ ἐγέννησεν, ὅτι πατὴρ ἐγένετο τοῦ Ἰσαὰκ. Ἐπεὶ οὖν ταὐτὸν ἐστὶ τῷ γεγεννημένῳ τὸ πατέρα εἶναι, εἰ τις πρὸς ἕτερον τύπων μεταλλάβοι τὰ ῥήματα, ταὐτὴν οὖσα τῇ γεννήσει ἡ πατρότης ἀναδειχθήσεται. Εἰ οὖν οὕτω φησιν ὁ Εὐνόμιος, ὅτι Ὅ γὰρ ἐκ τοῦ Πατρὸς τὸ εἶναι, οὕτως πρὸ τοῦ Πατρὸς οὐκ ἦν, ὑγιαίνει ὁ λόγος, καὶ ἡμεῖς τοῖς εἰρημένοις ἐπιψηφίζομεν. Εἰ δὲ πρὸς ἐκείνην ἀνατρέχει τῷ λόγῳ τὴν γέννησιν, καὶ κεχωρισθαι μὲν φησὶ τοῦ Πατρὸς, συνεῦξθαι δὲ τῷ Υἱῷ, μάταιον ἡγοῦμαι τῇ τῶν ἀδιανοήτων ἐμφυλοχωρῶν θεωρίᾳ. Οὐδὲ γὰρ εἰ πράγμα κατ’ ἰδίαν ὑπόστασιν θεωρούμενον, τὴν γέννησιν οἴεται, οὔτε εἰ πρὸς τὸ ἀνυπόστατον ταῖς ἐννοίαις διὰ τοῦ ὀνόματος ὑποσέρεται, μέχρι τοῦ νῦν ἐκ τῶν εἰρημένων κατιδεῖν δυνάμεθα. Φέρεται γὰρ ὁμοίως πρὸς ἑκατέραν τῶν ὑπολήψεων τὸ ἀπαγχὲς τοῦ λόγου καὶ ἀρίζων, πρὸς τὸ δοκοῦν τῷ νοοῦντι περιελιθόμενον.