Ancient Greek
427.3
Gregorius Nyssenus Theol., Contra Eunomium 427.3
Unproofread scanNot analysed yet
Ἄλλ’ οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξητασται· ἄπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι, καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκέψωμεθα. Οὐδὲ δὲ πῶς ἐστὶ τολμῆσαι προσενεγκεῖν διὰ στόματος τὴν φρικιὼν τε καὶ ἀθεον τοῦ χριστομάχου λογογράφου. Δέδοικα γὰρ μήποτε καθ’ ὁμοιότητα τῶν δηλητηρίων φαρμάκων ἐναπόθηται τῷ στόματι, δι’ οὗ τὸ ῥῆμα παρέχεται, τῆς φθοροποιού πικρίας τὸ λείψανον. Πιστεύσαι δὲ τῷ προσερχομένον· Θεῷ, φησὶν ὁ Ἀπόστολος, ὅτι ἐστιν. Οὐκοῦν τῶν θεότητος γνώρισμα, τὸ ἀληθῶς εἶναι· ὁ δὲ κατασκευάζει τὸν ἀληθῶς ὄντα, ἢ μὴ κυρίως εἶναι, ἢ μὴ καθόλου εἶναι, ὅπερ ἴσον ἐστὶ τῷ μηδὲ ὡς εἶναι. Ὅ γὰρ μὴ κυρίως ὤν, οὐδὲ ἐστὶν ὡς. Οἷον τρέχειν λέγεται κατὰ τὴν ἐνύπνιον φαντασίαν ὁ τῇ σπουδῇ τοῦ δρόμου ἐμφανταζόμενος. Ἄλλ’ ἐπειδή ψευδῶς τὴν ὁρμὴν τοῦ ἀληθοῦς ὑποχρίνεται δρόμου, διὰ τοῦτο ἡ