Ancient Greek
432.2
Gregorius Nyssenus Theol., Contra Eunomium 432.2
Unproofread scanNot analysed yet
Ἀλλ' ὁ μὲν τῆς αἱρέσεως Θεός, τοσοῦτον. Ἡμεῖς δὲ οἱ κατὰ τὸν Ἀπόστολον, ἐπ' ἐλευθερίᾳ παρὰ Χριστοῦ κληθέντες τοῦ τῆς δουλείας ἡμᾶς ἐλευθερώσαντος, ὅσα φρονεῖν παρὰ τῶν Γραφῶν ἐδιδάχθημεν, δι' ὀλίγων ἐκφήσομαι. Ἐγὼ γὰρ ἐκ τῆς θείας διδασκαλίας ὁρμώμενος, θαρσῶν ἀποφαίνομαι, ὅτι οὐδὲ ἡμᾶς δούλους ὁ θεὸς βούλεται λόγῳ, μετασκευασθείσης ἡμῖν πρὸς τὸ κρεῖττον τῆς φύσεως. Καὶ ὁ πάντα λαβὼν τὰ ἡμέτερα, ἐφ' ἧτε ἀντιδοῦναι τὰ ἴδια, ὡς τὰς νόσους, καὶ τὸν θάνατον, καὶ τὴν κατάραν, καὶ τὴν ἁμαρτίαν, οὕτω καὶ τὴν δουλείαν ἔλαβεν· οὐχ ὡς αὐτὸν ἔχειν αὐλαβεῖν, ἀλλ' ὡς ἐκκαθῆραι τῶν τοιούτων τὴν φύσιν, ἀφανισθέντων ὅτι ἀφῆκεν φύσει τῶν ἡμετέρων. Ὡς οὖν οὐκ ἔσται κατὰ τὴν ἐλπιζομένην ζωὴν οὐ νόσος, οὐ κατάρα, οὐχ ἁμαρτία, οὐ θάνατος, οὕτως εἰς ἀφανισμὸν καὶ ἡ δουλεία μετὰ τούτων διελύσεται. Καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτὴν πρὸς μαρτυρίαν καλῶ τὴν ἀλήθειαν, ἡ φησὶ πρὸς τοὺς μαθητάς, ὅτι Οὐκέτι καλῶ ὑμᾶς δούλους, ἀλλὰ φίλους. Εἰ οὖν τὸ καθ' ἡμᾶς ἔσται ποτὲ τοῦ τῆς δουλείας ὀνειδους ἐλευθερον, πῶς ὁ τοῦ παντὸς Δεσπότης παρὰ τῆς παραπληξίας τε καὶ μανίας τῶν ἐξεστηκότων τούτων καταβουλεύεται; Οἱ κατὰ τὸ ἀκύλουθον πάντως, οὐδὲ γινώσκειν αὐτὸν τὰ τοῦ Πατρὸς διόρίζονται, διὰ τὴν περὶ τῶν δούλων ἀπόφασιν, ἡ φησιν, ὅτι ὁ δοῦλος οὐκ οἶδὲ τί ποιεῖ ὁ κύριος αὐτοῦ. Ἀλλ' ὅταν ταῦτα λέγωσιν, ἀκούσάτωσαν ὅτι πάντα ἐν ἑαυτῷ τὰ τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει, καὶ πάντα βλέπει ὅσα ὁ Πατὴρ ποιεῖ, καὶ οὐδὲν τῶν πατρικῶν ἀγαθῶν ἔξω τῆς τοῦ Μονογενοῦς ἐστὶ γνώσεως. Πῶς γὰρ ἂν τι τοῦ Πατρὸς μὴ ἔχοι, ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα; Οὐκοῦν εἰ δοῦλος μὲν οὐ γινώσκει τί ποιεῖ ὁ δεσπότης, ὁ δὲ πάντα ἐν ἑαυτῷ τὰ τοῦ Πατρὸς ἔχει, νηφάλιων πότε οἱ τῇ μὲθῃ παράφοροι, καὶ ἀναβλεψάτωσαν νῦν γοῦν πρὸς τὴν ἀλήθειαν. Ὅτι ὁ πάντα ἔχων ἐφ' ἑαυτοῦ χαρακτήρα, καὶ ὁ τοῦ παντὸς βασιλεύων, μὴ ὁμοτίμων ἔχει ἑαυτῷ τὴν μορφήν. "Ἡ πῶς ἡ ἀτιμία τῆς ἀληθινῆς ἀπαγγύζεται δόξης; Ἀτιμία γὰρ ἐστὶν ἡ δουλεία. Πῶς δὲ ὁ τοῦ βασιλέως Υἱὸς εἰς δουλείαν γεννᾶται; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἀλλ' ὡς φῶς ἐκ φωτός, καὶ ζωὴ ἐκ ζωῆς, ἐξ ἀληθείας ἀλήθεια, οὕτω καὶ ἐκ Κυρίου Κύριος, βασιλεύς ἐκ βασιλέως, ἐκ Θεοῦ Θεός, ἐξ ἀδεσπότου ἀδεσπότης· ὅλον γὰρ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, εἰ τι ὁ Πατὴρ ἔχει ἐν ἑαυτῷ, πάντως ἔχει, καὶ ἐπεὶ πάντα τοῦ Πατρὸς ἐστίν, ὅσα καὶ ὁ Υἱὸς ἔχει, ἀνάγκη πᾶσα παρὰ τῶν ἔχθρῶν τῆς τοῦ Θεοῦ δόξης, εἴπερ ὁ Υἱὸς δοῦλος, καὶ