Ancient Greek
433.1
Gregorius Nyssenus Theol., Contra Eunomium 433.1
Unproofread scanNot analysed yet
A τὸν Πατέρα εἰς δουλείαν κατάγεσθαι. Οὐδὲν γὰρ ἐστὶ τῶν ἐν τῷ Υἱῷ θεωρουμένων, ὃ μὴ τοῦ Πατρὸς ἐστὶ πάντως. Πάντα ἄρ, φησί, τὰ ἐμὰ σά, καὶ τὰ σὰ ἐμὰ. Τί οὖν ἐροῦσιν οἱ δειλαιοί; Τί οὖν εὐλογώτερον τὸν Υἱὸν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐνδοξάζεσθαι τὸν εἰπόντα, ὅτι Τὰ σὰ ἐμὰ · καὶ δεδοξάσθαι ἐν αὐτοῖς· ἢ τὸν Πατέρα τῇ ἀτιμίᾳ τῆς δουλείας τοῦ Υἱοῦ καθυβριζεσθαι; Οὐ γὰρ ἐστὶ τὸν πάντα τὰ τοῦ Υἱοῦ ἐν ἑαυτῷ περιέχοντα, καὶ αὐτὸν ἐν τῷ Υἱῷ ὄντα, μὴ καὶ ἐν τῇ δουλείᾳ τοῦ Υἱοῦ πάντως εἶναι, καὶ ἐν αὐτῇ τὴν δουλείαν ἔχειν. Ταῦτα κατορθοῖ διὰ τῆς σοφίας Εὐνόμιος, δι’ ὧν καθυβρίζει τῇ δουλείᾳ τὸν Κύριον, τὴν αὐτὴν ἀτιμίαν τῇ ἀκράτῳ δόξῃ τοῦ Πατρὸς προστριβόμενος.