Ancient Greek
434.1
Gregorius Nyssenus Theol., Contra Eunomium 434.1
Unproofread scanNot analysed yet
οὐσία τὴν τοῦ ὄντος ἔννοιαν. Τί βούλεται αὐτῷ ὁ ἄληθὴς τοῦ ὄντος; Καὶ πῶς προσεφέβη τοῖς εἰρημένοις ἢ τοῦ ἔλεκεν λέξις; Κρινεῖ πάντως ὁ ἐπεσεχόμενος δυνάμιν λόγων· ἀλλὰ καὶ τοῦτο συγχῶμεν· ἐκεῖνον δὲ παλιν τὸν λόγον ἀναλήψομεθα· ὅτι οὐ διδῶν εἶναι κατ’ οὐσίαν ἢ τὸ ὄνομα τοῦ ὄντος οὐ καταλείπει, καὶ τὴ μάτην σκιωχᾶι περὶ τοῦ μὴ ὄντος μαχόμενος, ὡς τοιοῦδε ὄντος; Τὸ γὰρ μὴ ὄν, οὔτε ὁμοίον τινι πάντως ἐστιν, οὔτε ἀνόμοιον. Ἄλλὰ διδούς τὸ εἶναι ἀπαγορεύει τὸ λέγεσθαι. Ὦ κενῆς ἀκριβείας! ἐν τῷ μείζονι συγχωροῦντα, μικρολογεισθαι περὶ τὸν ψόφον τοῦ ῥήματος. Πῶς δὲ ὁ κυρεύων, ὡς φησι, τοῦ Υἱοῦ πρὸς ἑαυτὸν ἔλκει τοῦ ὄντος τὴν ἔννοιαν; Εἰ μὲν γὰρ τὴν ἑαυτοῦ οὐσίαν ἔλκειν φησι τὸν Πατέρα, περὶ τὸς οὖτος ὁ ἄληθμὸς. Πάρεισι γὰρ αὐτῷ τὸ εἶναι καὶ μὴ ἑλκόμενον. Εἰ δὲ τοῦ Υἱοῦ τὸ εἶναι παρὰ τοῦ Πατρὸς φησιν ἑλκεσθαι, πῶς ἀποσταθήσεται τοῦ ὄντος τὸ εἶναι, καὶ πρὸς τὴν ἑλκοντα μεταχωρήσει; κατιδὼν οὐχ ἔγω. Ἄρα μὴ τὴν Σαβελλίου πλάνην φαντάζεται; Ὡς οὐχ ὄντος τοῦ Υἱοῦ καθ’ ἑαυτὸν· τῇ δὲ τοῦ Πατρὸς ὑποστάσει συναφεῖντος. Καὶ τοῦτο βούλεται αὐτῷ τὸ ἑλκεσθαι τὴν τοῦ ὄντος ἔννοιαν παρὰ τῆς τοῦ Υἱοῦ κυριευούσης οὐσίας, ἢ εἶναι καθ’ ὑπόστασιν τὸν Υἱὸν οὐχ ἀρνοῦμενος, τῆς τοῦ ὄντος αὐτὸν φησι σημασίας ἀπομερίζεσθαι. Καὶ πῶς ἐστι διαζευγνῦναι τῆς τοῦ εἶναι διανοίας τὸ ὄν; Ἔως γὰρ ἢ πᾶν ὅπερ ἂν ἢ, μὴ εἶναι ὁ ἐστι φύσιν οὐχ ἔχει.