Ancient Greek
433.2
Gregorius Nyssenus Theol., Contra Eunomium 433.2
Unproofread scanNot analysed yet
B Ἄλλ’ ἐπαναδράμωμεν πάλιν ἐπὶ τὴν τῶν γεγραμμένων ἀκολουθίαν. Τί λέγει περὶ τοῦ Μονογενοῦς ὁ Εὐνόμιος; Ὅτι οὐκ οἰκειοῦται ταύτην τὴν ἀξίαν· ἀξίαν γὰρ ὀνομάζει τὸν ὄντος προσῳγορίαν. Ὦ παραλόγῳ φιλοσοφίας! τίς τῶν πώποτε γεγονότων ἀνθρώπων, εἴτε παρ’ Ἕλλησιν, εἴτε παρὰ τῇ βαρβαρικῇ φιλοσοφίᾳ· τίς τῶν καθ’ ἡμᾶς, τίς τῶν ἐν παντὶ τῷ χρόνῳ, ἀξίας ὄνομα τῷ ὄντι ἔθετο; Πᾶν γὰρ τὸ ἐν ὑποστάσει θεωρούμενον, ἡ κοινὴ τῶν λόγων κεχρημένων συνήθεια εἶναι λέγει. Παρὰ δὲ τὸ εἶναι, ἡ τοῦ ὄντος ἐπωνυμία παρεσχημάτισται. Ἄλλὰ νῦν καινοτομεῖται κατὰ τῆς τοῦ ὄντος σημασίας, ἡ τῆς ἀξίας φωνή. Λέγει γὰρ τὸν Υἱὸν μὴ οἰκειοῦσθαι τὴν τοῦ ὄντος ἀξίαν, τὸν διὰ τὸν Πατέρα ὄντα καὶ ζῶντα, οὔτε Γραφὴν ἔχον τοῦ λόγου προστάσασθαι, οὔτε διὰ τινος ἀκολουθίας πρὸς τὴν ἀνοιαν ταύτην προσάγαγον τὸν λόγον· ἀλλ’ ὡς τινὰ φυσιῶδῆ τροφὴν τοῖς σπλάγχνοις ἐνθέμενος, ἀκατάσκευον τε καὶ ἀσυλλόγιστον, οἷόν τι πνεῦμα δυσώδες, τὴν βλασφημίαν ἐρεύγεται. Οὐκ οἰκειοῦται, φησί, ταύτην τὴν ἀξίαν· δεδοῦθω τῷ ὄντι κατονομάζεσθαι. Τί οὖν; Ὁ ὤν οὐκ οἰκειοῦται τὸ εἶναι; Ὅτι, φησί, διὰ τὸν Πατέρα ἐστίν. Οὐκοῦν μὴ εἶναι λέγεις τὸν εἶναι μὴ οἰκειοῦμενον; Τὸ γὰρ μὴ οἰκειοῦσθαι τῷ ἀλλοτριοῦσθαι ταῦτό σημαίνει, καὶ πρόδηλος ἡ τῶν σημαινομένων ἀντιδιαίρεσις. Τὸ τε γὰρ οἰκεῖον οὐχ ἀλλότριον, καὶ τὸ ἀλλότριον οὐκ οἰκεῖον. Ὁ οὖν μὴ οἰκειοῦμενος τὸ εἶναι ἡλλοτρίωται πάντως τοῦ εἶναι. Ὁ δὲ τοῦ εἶναι ἀλλότριος, ἐν τῷ εἶναι οὐκ ἐστιν. Ἄλλὰ τὴν ἀνάγκην τῆς ἀτοπίας ταύτης ἐπήγαγεν ἐπὶ τῶν, Τῆς καὶ τούτου κυριεύουσης οὐσίας πρὸς ἑαυτὴν ἑλκοῦσης τὴν τοῦ ὄντος ἔννοιαν. Τούτου δὲ τοῦ μὲν κατὰ τὴν σύμφρασιν ἀσυμπάθου· τὸ δὲ σπουδαιζόμενον ἐν τοῖς λεγομένοις ἐξεταζέσθω. Τίνος ἀποδείξαντος λόγῳ τὸ κυριεῦειν τοῦ Μονογενοῦς τὴν τοῦ Πατρὸς οὐσίαν; Πάλιν ἐκ τῆς πληθώρας ἡμῖν προσερεύγεται· Τίς εὐαγγελιστὴς τούτου προέστη τοῦ λόγου; Τίς ἔφοδος διαλεκτική. Ποῖαι προτάσεις; Τίνες κατασκευαὶ τὸ κυριεύεσθαι τὸν μονογενῆ Θεὸν διὰ τινος ἀκολουθίας ἀπέδειξαν; Ἄλλὰ πρὸς ἑαυτὴν ἑλκεῖ, φησίν, ἡ τοῦ Υἱοῦ κυριεύοῦσα