Ancient Greek
441.56
Gregorius Nyssenus Theol., Contra Eunomium 441.56
Unproofread scanNot analysed yet
Λόγος, οὐχ αὐτὸς Λόγος ἐστιν, ἀλλ’ ἑτέρου τινὸς Λόγου γίνεται Λόγος, διάκονος τε καὶ ἄγγελος ἐκείνου γενόμενος· κακεῖνο δὲ τίς ἀγνοεῖ τῶν πάντων, ὅτι τῷ ὄντι τὸ μὴ ὂν ἀντιδιαστέται μόνον; "Ὥστε τὸν Υἱὸν ἀντιδιαστέλαι τῷ ὄντι, σαφῶς Ἰουδαίζει, τὴν τοῦ Μονογενοῦς ὑπόστασιν ὑποκλέπτων τοῦ δοξατικοῦ. "Ὁν γὰρ ἔκτος ἔχει τοῦ ὄντος ἐπωνυμίαν λέγει, καὶ τοῦ εἶναι πάντως ἐξηρῆσθαι κατασκευάζει. Οὐ γὰρ δὴ τὸ εἶναι διδοὺς πρὸς τὸν τοῦ ῥήματος ἤχον διενεχθήσεταί. "Αλλὰ καὶ τῇ Γραφῇ κρατύνειν ἐπιχειρεῖ τὴν ἀτοπίαν, καὶ προβάλλεται τὸν Μωϋσέα συνήγορον κατὰ τῆς ἀληθείας.