Ancient Greek
442.2
Gregorius Nyssenus Theol., Contra Eunomium 442.2
Unproofread scanNot analysed yet
"Ὡς γὰρ ἐκεῖθεν ἡμῖν διαλεγόμενοι τοὺς οἰκείους μύθους κατ' ἑαυτῶν διέξαι λέγουσιν, ὅτι "Ὁ μὲν ἀποστέλλων Μωϋσῆν, αὐτὸς ἦν ὁ ὤν, οὗ οὐ καὶ ἀπέστειλε καὶ ἐλάλει· τοῦ μὲν ὄντος ἀγγέλου, τῶν δὲ ἄλλων πάντων Θεός. "Αλλ' ὅτι μὲν οὐκ ἐκ τῶν γεγραμμένων ἐστὶν ἡ ῥῆσις, ἐξ αὐτῆς ἐστὶ τῆς Γραφῆς εἰδεῖν. Εἰ δὲ τὸν νοῦν φησι τοῦτον εἶναι τοῦ γράμματος, αὐτὸς ἡμῖν ἐξεταστέος ὁ πρωτότυπος τῆς Γραφῆς λόγος. Καὶ πρῶτον γε καταράσωμεν, ὅτι τὸν μετ' αὐτὸν Θεὸν ὁ Εὐνόμιος ὀνομάζει τὸν Κύριον, οὐδὲν αὐτῷ πλέον παρὰ τὴν ἀγγελικὴν διδῶσι φύσιν. Οὐδὲ γὰρ ὁ Μωϋσῆς ἀκούσας Θεὸς εἶναι τοῦ Φαραώ, ἐξέθε τὴν ἀνθρωπότητα· ἀλλ' ἐν τῇ φύσει τὸ ὁμοτίμων ἔχων, τῇ τῆς ἐξουσίας ὑπεροχῇ τῶν ὁμογενῶν ὑπερῆρθε, καὶ οὐδὲν ἐκώλυσεν αὐτὸν πρὸς τὸ μὴ εἶναι ἄνθρωπον, τὸ κληθῆναι Θεόν. Οὕτω καὶ ἐνταῦθα ἐνατῶν ἀγγέλων ὁ Εὐνόμιος αὐτὸν εἶναι κατασκευάζας θεραπεύει τὸ τοιούτο πλῆμμελημα τῆς θεότητος ἀληθεῖ κατὰ τὸν ἀποδοθέντα λόγον, ὁμωνυμίᾳ τινὶ πρὸς αὐτὸν τὴν τοῦ Θεοῦ προσῳγολίαν κοινοποιήσας. "Εξετάσωμεν πάλιν αὐτὰ τὰ ῥήματα τῆς βλασφημίας ἐχθέμενοι. "Ὁ ἀποστέλλων, φησι, τὸν Μωϋσέα, αὐτὸς ἦν ὁ ὤν, δι' οὗ δὲ ἀπέστειλεν, ὁ τοῦ ὄντος ἀγγέλος ἦν, οὕτως ὀνομάζει τὸν Κύριον. Οὐκοῦν ὑπ' αὐτῆς ἐλέγχεται τῆς Γραφῆς ἡ ἀτοπία τοῦ λογογράφου, ἐν οἷς ὁ Μωϋσῆς ἱκετεύει τὸν Κύριον μὴ ἀγγελον τῇ ἡγεμονίᾳ τοῦ λαοῦ ἐπιστῆσαι, ἀλλ' αὐτὸν τῆς πορείας αὐτῶν ἀφηγήσασθαι. "Ἔχει δὲ οὕτως ἡ λέξις ἐκ προσώπου τοῦ Θεοῦ· Βάδιζε, κατάβηθι, καὶ ὁδηγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἴπὼν σοι· καὶ ἰδοὺ ἄγγελός μου προπορεύεται σου ἢ ἂν ἡμέρᾳ ἐξικέπτεομαι· καὶ μετ' ὀλίγα πάλιν φησὶ Καὶ συναναστέλλω πρότερον σου τὸν ἄγγελόν μου. Εἶτα μικρὸν μετὰ τὴν ἀκολουθίαν, γίνεται παρὰ τοῦ θεράποντος πρὸς τὸν Θεὸν ἱκετηρία τοῦτον ἔχουσα τὸν τρόπον· Εἰ εὗρκα χάριν ἐναντίον σου, συμπορευθήτω ὁ Κύριος μου μεθ' ἡμῶν· καὶ πάλιν, Εἰ μὴ αὐτὸς συμπορεύητ' ἡμῖν, μὴ με ἀναγάγης ἐνταῦθα. Εἶτα ἀπόκρισις τοῦ Θεοῦ πρὸς τὸν Μωϋσέα· Καὶ τοῦτό σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω. Εὗρκας γὰρ χάριν ἐνώπιόν μου. Καὶ οἶδά σε παρὰ πάντας. Οὐκοῦν εἰ Μωϋσῆς μὲν παρακαλεῖ τὸν ἄγγελον, αὐτὸς δὲ ὁ χρηματίζων αὐτῷ συνέμπορος γίνεται, καὶ καθηγεμὼν τῆς στρατιᾶς, φανερῶς ἀποδείκνυται διὰ τούτων, ὅτι ὁ τῇ τοῦ ὄντος ἐπωνυμίᾳ