Ancient Greek
445.39 to 445.51
Gregorius Nyssenus Theol., Contra Eunomium 445.39-51
Unproofread scanNot analysed yet
ἴσον οὐκ ἀμαρτάνομεν λέγοντες, ὅτι ἐπιτραπεὶς παρὰ τοῦ Μωϋσέως τὴν σκηνοποιίαν, δημιουργὸς τῶν ἐκεῖ μνημονευθέντων ἐγένετο· οὐκ ἂν ἐπὶ τὴν πρᾶξιν ἐλθὼν, μὴ πρότερον θεῖς τὰς δυνάμεις τὴν ἐπιστήμην κτησάμενος, καὶ τῇ τοῦ Μωϋσέως ἐπιτροπῇ τῆς ἐνεργείας κατατολμήσας. Οὐκοῦν ἡ τοῦ ἐπιτετραφῆναι λέξις ἐπίκτητον αὐτῷ γεγενῆσθαι τὴν δημιουργικὴν ἐνδείκνυται δύναμιν τε καὶ ἐξουσίαν· ὡς πρὶν ἐπιτραπῆναι μήτε θαρσοῦντα, μήτε δυνάμενον· ἐπεὶ δὲ τὴν τῶν ἔργων ἐξουσίαν ἔλαβε, καὶ ἀποχρώμενον πρὸς τὰ ἔργα τὴν δύναμιν, οὕτω γεγενῆσθαι δημιουργὸν τῶν ὄντων. Ἀρκοῦσης αὐτῷ, καθὼς φησιν ὁ Εὐνώ- μιος τῆς ἀνωθεν ἀποκληρωθείσης δυνάμεως. Ἄρα μὴ κατὰ τὴν τερατείαν τῶν γενεθλιακῶν λόγων, καὶ ἐν εἰμαρμένῃ τινὶ τοῦ Υἱοῦ τὴν γέννησιν τίθεται,