Ancient Greek
445.54
Gregorius Nyssenus Theol., Contra Eunomium 445.54
Unproofread scanNot analysed yet
καθάπερ φασιν οἱ τὴν ματαίαν ταύτην ἐξησκηκότες ἀπάτην, κατὰ τὰς ποίας τῶν ἀστέρων ἐπιπλοκὰς τε καὶ ἀποστάσεις, τὰς ἀποκλίσεις τῶν βίων τοὺς τικτομένους συμβαίνειν, τῆς ἀνωθεν εἰρμῷ τινὶ φερομένης δυνάμεως, τὰς περὶ τὰς δυνάμεις τοὺς γινομένους ἐπισκληθούσας· τάχα τι τοιούτων ὁ σοφὸς ἐννοεῖ· καὶ ἔχει, τῇ ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, καθάπερ ἐν κοίλοις τισὶ καθεργημένοις χωρίοις, ἀνωθεν ἀποκεκληρώσθαι διαμετρημένην πρὸς τὴν ποσότητα τῶν γινομένων τὴν δύναμιν· Παραδραμούμαι καὶ τοῦτον διὰ συντομίας τὸν λόγον, ἐξ ὀλίγης τῆς τῶν ἐξετασθέντων ἀρχῆς σπέρματα πρὸς τὴν κατανόησιν τῆς βλασφημίας τοὺς συννεωτέροις τῶν ἐντυγχανόντων καταβαλλόμενος. Εἶτα διὰ τῶν ἐφεξῆς ἀπολογίας τις ὑπὲρ ἡμῶν αὐτῶν γέγραπται. Οὐ γὰρ ἂν ἐπὶ δοκοῦμεν τοὺς ἐντυγχάνοντας παρασχοῦναι τῆς διανοίας τοῦ λόγου, καὶ πρὸς τὸ ὑπεύθυνον μεθερμηνεύειν τὰ ῥήματα, αὐτὴς τῆς ἐκείνου φωνῆς ὁμολογοῦσης τὴν ἀποσίαν. Ἔχει γὰρ οὕτω τὰ γεγραμμένα· Ἡ γὰρ οὐχὶ γῆ μὲν καὶ ἄγγελος οὐχ ὄντα γέγονεν; Ὁρᾶτε τὸν ὑψηλὸν θεολόγον, ὡς οὐκ αἰσχύνεται τὸν αὐτὸν γῇ τε καὶ ἁγγέλῳ καὶ αὐτῷ τῷ ποιητῇ τοῦ παντὸς ἑφαρμόζων τὸν λόγον; Οὐκοῦν εἰ τὰ αὐτὰ πρέπειν οἴεται περὶ τε τῆς γῆς καὶ τοῦ Κυρίου λέγειν, ἢ καὶ ταύτην πάντως θεοποιεῖ, ἢ καὶ ἐκεῖνον ταύτῃ συνατιμάσει.