Ancient Greek
449.15
Gregorius Nyssenus Theol., Contra Eunomium 449.15
Unproofread scanNot analysed yet
δ'. Πρὸς τούτοις δὲ πάλιν τὸν Εὐνόμιον τὴν ἀγεννησίαν ἐκ τῶν ἱερογλυφικῶν γραφῶν, καὶ τῆς Αἰγυπτίων μυθοποιίας καὶ εἰδωλολατρίας μεμαθηκέναι διελέγχει, Ἀνουβιν, καὶ Ὄσιριν καὶ Ἰσιν τῶν Χριστιανῶν ἐπεισάγοντα δόγματι· καὶ μὴ χάριν τῷ Μονογενεῖ τὸν ἄνθρωπον ἔχειν, ὡς κατ' ἀνάγκην τὰ πάθη δεξάμενον, καὶ μὴ βουλομένως· καὶ οὐδὲν τὸ πῦρ τῆς θερμότητος, οὔτε τῆς ῥοῆς τὸ ὕδωρ, ὡς οὐδὲ εἰς δύναμιν ἐξουσιαστικὴν, ἀλλ' εἰς φύσεως ἀνάγκην τὸ γεγονὸς ἀναφέροντα.