Ancient Greek
449.9 to 449.14
Gregorius Nyssenus Theol., Contra Eunomium 449.9-14
Unproofread scanNot analysed yet
κυρίως καὶ οὐχὶ Ἀντίχριστος λέγοιτο· ΚΑΤΑ ΕΥΝΟΜΙΟΥ ΛΟΓΟΣ ΙΒ'. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΩΔΕΚΑΤΟΥ ΛΟΓΟΥ. α'. Οὕτως δὲ ὁ ἱβ' λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ Κυρίου ῥηθέντα λόγον, Μὴ μου ἅπτου· οὔπω γὰρ ἀνέβηκα, θαυμαστῶς ἐρμηνεύει. β'. Ἔπειτα τὴν παρὰ τοῦ μεγάλου Βασιλείου ἐλεγχθείσαν βλασφημίαν τοῦ Εὐνομίου, εἰς τὴν τοῦ σκότους μοῖραν τὸν Μονογενῆ ἀφορίσαντος Θεόν, καὶ τὴν τοῦ Εὐνομίου ἀπολογίαν ἣν οἱ ἀνάλυσιν τῆς παρ' αὐτοῦ ῥηθείσης βλασφημίας ἐκθεμένον, πλείονα ἀπὸ τῆς Ἀπολογίας τῆς αὐτοῦ τὴν βλασφημίαν τῆς προτέρας ἀποδείκνυσιν· ἐν ᾧ καὶ περὶ τοῦ ἀπροσίτου καὶ τοῦ ἀληθινοῦ φωτὸς πανσόφως διαλέγεται. γ'. Πρὸς τούτοις τὴν εὐαγγελικὴν φωνὴν τὴν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ τὴν ζωὴν, καὶ τὸ φῶς, καὶ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, κακῶς ὑπὸ Εὐνομίου παραδεξάμενον ἡρμήνευσε, καὶ τὴν βλασφημίαν ἀνεσκεύασε, τὴν τε εὐχωλίαν τοῦ Κυρίου διὰ φιλανθρωπίαν οὐκ ἀδυναμίαν, Πατρὸς τε συνεργεία γεγεννημένην δείκνυσιν.