Ancient Greek
455.2
Gregorius Nyssenus Theol., Contra Eunomium 455.2
Unproofread scanNot analysed yet
ἀληθινὸν βλέπει; Ἐπεὶ οὖν οὐ καχὼν ἡ ἀλήθεια, οὐκ ἄν τις καὶ τῇ ἀληθείᾳ τὸ ἐν τῷ Πατρὶ φῶς ἀπρόσιτον εἶναι λέγοι. Εἰ γὰρ ἀποσχοῖτο τὴν ἀλήθειαν, τῷ ψεύδει πάντως συνεχεῖσθαι. Τοιαύτη γὰρ τῶν ἀντικειμένων ἡ φύσις, ὡς ἐν τῇ ἀπουσίᾳ τοῦ χρείστου, τὸ ἐξ ἀντιθέτου νοούμενον ἀναφαίνεσθαι. Εἰ μὲν οὖν τις λέγοι πόρρω τῆς ἐναντίας παραθέσεως τὸ ἐν τῷ Πατρὶ φῶς θεωρεῖσθαι, ἐστοχασμένος τοῦ ἀποστολικοῦ βουλήματος ἐρμηνεύσει τοῦ ἀπροσίτου τὴν λέξιν. Εἰ δὲ τὴν πρὸς τὸ ἀγαθὸν ἀλλοτρίωσιν σημαίνειν τὸ ἀπρόσιτον λέγοι, οὐδὲν ἕτερον ἢ αὐτὸν ἑαυτῷ ἐχθρὸν τε καὶ ἀλλότριον ὑποθήσεται ἀγαθὸν ὄντα, καὶ ἀγαθῷ ἀντικειμένον. Ἀλλὰ μὴν τοῦτο τῶν ἀμήχανῶν ἐστίν. Τὸ γὰρ ἀγαθὸν οἰκεῖον ἔχει τῷ ἀγαθῷ. Οὐκ ἄρα τὸ φῶς τοῦτο πρὸς ἐκεῖνο παρήλλακται. Ὅ τε γὰρ Υἱὸς φῶς ἀληθινόν, ὁ τε Πατὴρ φῶς ἐστιν ἀπρόσιτον. Εἴποιμι δ' ἂν καταθαρσήσας, ὅτι καὶ ὁ ὁπαλλάσσων ἐφ' ἑκατέρου τὰς τοιαύτας προσηγορίας, οὐχ' ἀμαρτήσει. Τὸ τε γὰρ ἀληθινὸν ἀπρόσιτόν ἐστι τῷ ψεύδει, καὶ τὸ ἀπρόσιτόν τε πάλιν ἐν ἀχραιφνεῖ τῇ ἀληθείᾳ καταλαμβάνεται. Οὐκοῦν ταὐτὸ τῇ ἀληθείῃ τὸ ἀπρόσιτον, διὸ κατὰ τὸ ἴσον ἐστὶ τὸ ἐν ἑκατέρῳ σημαινόμενον τῷ κακῷ ἀπρόσπελαστον. Τίνα οὖν ἐν τούτοις ἐπιοικεὶ τὴν παραλλαγὴν ὁ διὰ τῆς τῶν φώτων ὁμωνυμίας ἑαυτὸν τε καὶ τοὺς καθ' ἑαυτὸν φενακίζων; Ἀλλὰ μηδὲ τοῦτο παραδράμωμεν ἀνεξετάστων, ὅτι παραποιήσας τὴν τοῦ Ἀποστόλου ῥῆσιν κατὰ τὸ ἑαυτῦ δοκοῦν, ὡς παρ' ἑαυτὸν τὸν λόγον ἐκτίθεται. Φησὶ γὰρ ὁ Παῦλος, ὅτι φῶς οἴκων ἀπρόσιτον· διαφέρει δὲ πολὺ τὸ αὐτὸν τὸ εἶναι· καὶ τὸ ἐν τινὶ λέγειν εἶναι. Ὁ γὰρ εἰπὼν ὅτι φῶς οἴκων ἀπρόσιτον, τῇ τῆς οἰκήσεως φωνῇ, οὐκ αὐτὸν ἐνδείξατο, ἀλλὰ τὸ περὶ αὐτὸν ὅπερ ἴσων ἐστὶ κατὰ τὸν ἡμέτερον λόγον τῷ εὐαγγελικῷ ῥήματι τῷ