Ancient Greek
455.3
Gregorius Nyssenus Theol., Contra Eunomium 455.3
Unproofread scanNot analysed yet
ἄλλ' ἐναγωνίζεται τοῖς ματαίοις, καὶ φησιν · «Ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λόγων παρέχωμαι τῶν λεγομένων τὴν πίστιν. »Ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· εἰ δὲ κατ' ἀξίαν τῶν ἐπηγγελμένων προάγει τὸν λόγον, ὁ συνετὸς πάντως ἀχρωσθήσεται ἐπισκοπήσει. Ὁ μακάριος, φησίν, Ἰωάννης ἐν ἀρχῇ εἶναι τὸν Λόγον γήσας, καὶ τοῦτον ζωὴν προσειπὼν, εἶτα τὴν ζωὴν, φῶς ὀνομάσας, μικρὸν ὑποδὺς, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, φησίν. Εἰ τοίνυν τὸ μὲν φῶς ἐστιν ἡ ζωή, ἡ δὲ ζωὴ ὁ Λόγος, ὁ δὲ Λόγος σὰρξ ἐγένετο, αὐτόδη γίνεται φανερόν, ὅτι τὸ φῶς ἐν σαρκὶ γέγονε. Τί οὖν; Ἐπειδὴ τὸ φῶς καὶ ἡ ζωή, καὶ ὁ Θεός, καὶ ὁ Λόγος ἐν σαρκὶ ἐφανέρωθη, διὰ τοῦτο παρήλλακται πρὸς τὸ ἐν τῷ Πατρὶ φῶς τὸ ἀληθινὸν φῶς. Καὶ μὴν μαρτυρεῖται παρὰ τοῦ Εὐαγγελίου, ὅτι καὶ ἐν τῷ σκότει γεγὼς, ἀπρόσιτον ἔμεινε τῇ ἐναντίᾳ φύσει: Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ, φησίν, ἐλάμψεν, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Εἰ μὲν οὖν ἠλλοιώθη πρὸς τὸ ἐναντίον καὶ ἐδυναστεύθη τῷ ζόφῳ τὸ φῶς ἐν τῇ σκοτίᾳ γεγὼς, ἰσχυρὸν ἂν ἦν πρὸς ἀπόδει-