Ancient Greek
456.2
Gregorius Nyssenus Theol., Contra Eunomium 456.2
Unproofread scanNot analysed yet
Ἄλλ' ἦλθεν ἐπὶ τὸν ἀνταγωνίστον λόγον, τὸν πάλαι μὲν ἡμῖν ἐκ τῆς ἀκολουθίας τῶν λεγομένων πεφωραμένον, νῦν δὲ γυμνῇ τῇ φωνῇ προφερόμενον· βούλεται γὰρ ἐμπαθῆ τινα καὶ ἐπίκρινον καὶ οὐδὲν τῆς ὑλικῆς καὶ βιώδους φύσεως διαφέρουσαν ἐπιδείξαι τοῦ Υἱοῦ τὴν οὐσίαν, ὡς ἂν διὰ τούτου τὴν πρὸς τὸν Πατέρα διαφορὰν ἀποδείξειεν. Φησὶ γάρ, Εἰ μὲν ἔχει δεῖκνυσαι καὶ τὸν ἐπὶ πάντων Θεόν, ὥσπερ ἐστὶν ἀπρόσιτον φῶς ἐν σαρκὶ γενόμενον, ἡ γενέσθαι δυνάμενον, ὑπ' ἐξουσίαν ἐλθεῖν, προστάγμασιν ὑπακοῦσαι, νόμῳς ἀνθρωπίνοις πολιτεύεσθαι, σταυρὸν ἐνεγκεῖν, ἴσον λέγετω τῷ φωτὶ τὸ φῶς. Εἰ ταῦτα παρ' ἡμῶν προεφέρετο διὰ τῶν προκατεσκασμένων κατὰ τὸ ἀκόλουθον ἐξευρισκόντων, μὴ συμμαρτυρούμενα ταῖς ἐκείνου φωναῖς· τίς οὐχ ἂν ἡμᾶς εὐχορατεῖν ἠτιάσατο, ὡς περὶννα τινὶ λόγων πρὸς τὴν ἀτοπίαν ταύτην τὸ δόγμα τῶν ὁπεναντίων ἐκβάλλοντες; Νυνὶ δὲ συνηγορία τίς ἐστι, τοῦ πεφροντισμένου ἡμᾶς μετὰ τῆς ἀληθείας εὐθύνειν τὸν τῆς αἱρέσεως λόγον, τὸ μηδέ παρ' αὐτῶν ἐκείνων τὴν κατὰ τὸ ἀκόλουθον ἀναφανομένην ἀτοπίαν σιωπηθῆναι. Ἰδοὺ γὰρ πῶς ἀπαραχάλυπτός ἐστι καὶ πεπαρήρτισμένη ἡ κατὰ τοῦ μονογενοῦς Θεοῦ μάχη· καὶ τὸ κατὰ φιλανθρωπίαν ἔργον διαβολὴ καὶ κατηγορία τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ φύσεως παρὰ τῶν ἐχθρῶν ἐνομίσθη, ὡς οὐχὶ προνοητικῶς, ἀλλὰ φυσικῶς αὐτοῦ πρὸς τὸν ἐν σαρκὶ βίον, καὶ τὸ τοῦ σταυροῦ πάθος καταλισθάντος. Καὶ ὥσπερ φύσις ἐστὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορά, καὶ τῷ πυρὶ τὸ ἔμπαιλιν, καὶ οὐχ ἀντιστελλομένῳ τὰς ἀλλήλων ἰδιότητας αἱ ὕλαι, ὥστε ἀνωφερῇ μὲν εἶναι τὸν λίθον, βριθεν δὲ τὸ πῦρ ἐπὶ τὸ κάτω φερόμενον· οὕτως κατασκευάζουσι, τῇ μὲν τοῦ Υἱοῦ φύσει συνοικειοῦσαι τὰ πάθη, καὶ διὰ τοῦτο πρὸς τὸ συγγενὲς ἐαυτῇ καὶ οἰκεῖον ἐλθεῖν· τὴν δὲ τοῦ Πατρὸς ἐλευθέρων οὔσαν τῶν τοιούτων παθῶν, ἀπρόσιτον εἶναι τῇ τῶν κριχῶν προσβολῇ. Φησὶ γὰρ τὸν ἐπὶ πάντων Θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, μήτε γενόμενον ἐν σαρκί, μήτε γενέσθαι δυνάμενον· ἥκει τὸ πρότερον τῶν εἰ-