Ancient Greek
456.1
Gregorius Nyssenus Theol., Contra Eunomium 456.1
Unproofread scanNot analysed yet
ἐν τοῖς βουλομένοις ἐπιδεικνύναι, ὅσον πρὸς τὸ χειρον παρήλλακται τοῦτο τὸ φῶς πρὸς τὸν ἐν τῷ Πατρὶ θεωρούμενον. Εἰ δὲ καὶ ὁ Λόγος, χάν ἐν σαρκὶ γένεταί, Λόγος μένει, καὶ τὸ φῶς, χάν ἐν τῇ σκοτίᾳ λάμψῃ, φῶς οὐδὲν ἧττόν ἐστι, τοῦ ἐναντίου τὴν κοινωνίαν οὐ προσδεχόμενον, καὶ ἡ ζωὴ, χάν ἐν τῷ θανάτῳ γέννηται, ἐν αὐτῇ φυλάσσεται· καὶ ὁ Θεός, χάν τὴν τοῦ δούλου μορφὴν ὑπάρξῃ, οὐχ αὐτὸς γίνεται δοῦλος, ἀλλ' εἰς κυριότητα καὶ βασιλείαν ἐξαιρεῖται τὸ ὑποχείριον, Κύριον καὶ Χριστὸν ποιῶν τὸ ταπεινὸν καὶ ἀνθρώπινον· πῶς διὰ τούτου πρὸς τὸ χειρὸν τὴν παραλλαγὴν τοῦ φωτὸς ἐπιδείκνυσιν, ἴσως ἑκατέρου τὸ ἀτρεπτον εἰς κακίαν, καὶ τὸ ἀναλλοίωτον ἔχοντος; Οὐδὲ τοῦτῳ προσέχων, ὅτι ὁ πρὸς τὸν σαρκωθέντα Λόγον ἰδών, ὅς ἦν καὶ φῶς, καὶ ζωὴ, καὶ Θεός· ἐπέγνω διὰ τῆς ὀφθείσης ὄψεως τὸν Πατέρα τῆς δόξης, εἰπών, Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.