Ancient Greek
463.2
Gregorius Nyssenus Theol., Contra Eunomium 463.2
Unproofread scanNot analysed yet
B Καὶ με μηδεὶς οἴεσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἀσπονδὸν τοῦτον καὶ ἀχίρυκτον πόλεμον ἐτοίμως κατῴναι, τοῖς ἐναντίοις συμπλέκεσθαι. Εἰ μὲν γὰρ ἐξὴν ἀπραγμόνως καὶ ἡσυχίαν διάγειν ἐν εἰρηνεύσει βίῳ, πόρρω τοῦ καθ' ὑποστός ἂν ἦν ἐκωθίζει ἐπιταράσσειν τὴν ἡσυχίαν αὐθαίρετον ἐκ προκλήσεως πόλεμον καθ' ἡμῶν αὐτῶν ἐπεγείραντι. Ἀλλ' ἐπειδή πολιορκεῖται μὲν ἡ πόλις τοῦ Θεοῦ ἡ Ἐκκλησία · κατασειεῖται δὲ τὸ μέγα τεῖχος τοῖς μηχανήμασι τῆς αἱρέσεως ἐν κύκλῳ περιδιούμενον · κίνδυνος δὲ οὐ μικρὸς αἰχμαλωτὸν οἴχεσθαι παρὰ τῆς τῶν δαιμόνων ἐπιστρατείας ἀναπάρστατον τὸν λόγον τοῦ Κυρίου γεγόνενον · διὰ τοῦτο φοβερὸν εἶναι κρίνων, μὴ συμμετασχεῖν τῆς τῶν Χριστιανῶν ἀγωνίας, οὐχ ἐπὶ τὴν ἡσυχίαν ἀπέκλιναν · προτιμοτέρους δὲ μᾶλλον ἐποιήσαμην τοὺς ἐκ τῶν πόνων ἰδρώτας τῆς ἐκ τοῦ ἡσυχάζειν ἀνέσεως, εἰδὼς ἀκριβῶς ὅτι ὡςπερ Τὸν μισθὸν λήψεται, καθὼς φησιν ὁ Ἀπόστολος, κατὰ τὸν ἴδιον κόπον ἕκαστος, οὕτω πάντας καὶ τὴν τιμωρίαν ἐπὶ τῇ τῶν κατὰ δύναμιν πόνων ὀλιγωρίᾳ. Διὰ τοῦτο καὶ τὴν πρώτην τοῦ λόγου μάχην εὐθαρσῶς ὑπέστην ἐκ τοῦ ποιμνικοῦ καδοῦ, τοὔστιν, ἐκ τῶν ἐκκλησιαστικῶν δογμάτων, τοὺς ἀκατασκεύους τούτους καὶ αὐτοφυεῖς ἄγους εἰς ἀνατροπὴν τῆς βλασφημίας ἀφεὶς, καὶ οὐδεμιᾶς τῆς ἐκ τῶν ἑξωθὲν λόγων ὀπλισίας ἐπὶ τοῦ ἄγῶνος προσδεηθείς · καὶ νῦν πρὸς τοὺς δευτέρους τῶν ἄγωνων οὐκ ἀναδύομαι, τὴν ἐλπίδα θέμενος, κατὰ τὸν μέγαν Δαβὶδ, ἐπὶ Τὸν διδάσκοντα χεῖρας εἰς παρατάξιν, καὶ δακτύλους εἰς πόλεμον. Εἰ πως γένοιτο καὶ ἡμῖν ἐκ θείας δυνάμεως εὐθυνθῆναι μὲν τὴν γράφουσαν χεῖρα πρὸς τὴν τῶν αἱρετικῶν δογμάτων ἀναίρεσιν · ὑπηρετεῖσθαι δὲ τοὺς δακτύλους τῇ ἀνατροπῇ τῆς πονηρᾶς παρατάξεως, ἐμπείρους καὶ ἀγωνιστικούς δια-